- 텍스트

Apollodorus, Argonautica, book 2 15:

(아폴로도로스, 아르고나우티카, book 2 15:)

Τὸν δ αὖτ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν:? "Αἰακίδη, πῇ δ οἵδε κυβερνητῆρες ἐάσιν· οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ εἶναι, οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν. τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην, εἰ δὴ μήτ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι πετράων ἔκτοσθε, κατ αὐτόθι δ ἄμμε καλύψει ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας. " Ὧς ἔφατ: Ἀγκαῖος δὲ μάλ ἐσσυμένως ὑπέδεκτο νῆα θοὴν ἄξειν: δὴ γὰρ θεοῦ ἐτράπεθ ὁρμῇ. τὸν δὲ μετ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε ὤρνυντ, ἰθύνειν λελιημένοι. ἀλλ ἄρα τούσγε ἔσχεθον: Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων. Ηᾦοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον ἤματι: δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἀήτο. καρπαλίμως δ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς, ἐκ δ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ ἐπιπρὸ λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες. ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο ἤλυθον, ἔνθ ἐνέπουσι Διὸς Νυσήιον υἱᾶ, Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας, ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν, ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας, ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν. Ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο, ὅς ῥά τ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο ἂψ ἀνιὼν--δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι-- βλήμενος ἰῷ κεῖθεν ἐπ ἀγχιάλου θάνεν ἀκτῆς. οὐ μέν θην προτέρω ἔτ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα τοῖος ἐών, οἱο῀ς πόλεμόνδ ἰέν: ἀμφὶ δὲ καλὴ τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. καί ῥ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον: οἱ δ ἐσιδόντες θάμβησαν: τοὺς δ ὦρσε θεοπροπέων ἐπικέλσαι Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι. οἱ δ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες πείσματ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο, χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων. ἄνδιχα δ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι βωμὸν δειμάμενοι μῆρ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς θῆκε λύρην: ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. Αὐτίκα δ οἵγ ἀνέμοιο κατασπέρχοντος ἔβησαν νῆ ἔπι: κὰδ δ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο ἐς πόδας ἀμφοτέρους: ἡ δ ἐς πέλαγος πεφόρητο ἐντενές, ἠύτε τίς τε δι ἠέρος ὑψόθι κίρκος ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν. καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος, πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη Λητωίς, ἄγρηθεν ὅτ οὐρανὸν εἰσαναβαίνῃ, ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν. νυκτί δ ἔπειτ ἄλληκτον ἐπιπροτέρωσε θέοντες Σήσαμον αἰπεινούς τε παρεξενέοντ Ἐρυθίνους, Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον. ἔνθεν δ αὖτε Κάραμβιν ἅμ ἠελίοιο βολῇσιν γνάμψαντες παρὰ πουλὺν ἔπειτ ἤλαυνον ἐρετμοῖς Αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ ἤματι ϝύκτα.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION