- 텍스트

Apollodorus, Argonautica, book 2 13:

(아폴로도로스, 아르고나우티카, book 2 13:)

"Ὦ φίλοι, οἱού φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς πείρετ ἐς Αἰήτην τόσσον πλόον.? εὖ γὰρ ἐγώ μιν Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο οἶδ ἐσιδών, ὅτε δεῦρο δι Ἀσίδος ἠπείροιο πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων Ἱππολύτης: ἐμὲ δ εὑρ῀ε νέον χνοάοντα ἰούλους. ἔνθα δ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος ἡμετέρου Μυσοῖσιν ὑπ ἀνδράσιν, ὅντινα λαὸς οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου, ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν εἶδός τ ἠδὲ βίην: χαμάδις δέ οἱ ἤλας ὀδόντας. αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας, φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ, ἔστ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης: Παφλαγόνες τ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως, ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ. ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τ Ἀμύκοιο τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος, δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ ἐβάλοντο οὖρα βαθυρρείοντος ὑφ εἱαμεναῖς Ὑπίοιο. ἔμπης δ ἐξ ὑμέων ἔδοσαν τίσιν: οὐδέ ἕ φημι ἤματι τῷδ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα, Τυνδαρίδην Βέβρυξιν, ὅτ ἀνέρα κεῖνον ἔπεφνεν. τῶ νῦν ἥντιν ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι, τίσω προφρονέως. ἡ γὰρ θέμις ηπεοανοισιν ἀνδράσιν, εὖτ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν. ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα: τοῖο δ ἰόντος, ἦ τ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε ἀνδράσιν, ὄφρ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος. νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης εἵσομαι ἱερὸν αἰπύ: τὸ μὲν μάλα τηλόθι πάντες ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται: καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἱᾶ θεοῖσιν, πίονας εὐα: ρότοιο γύας πεδίοιο ταμοίμην. " Ὧς τότε μὲν δαῖτ ἀμφὶ πανήμεροι ἑψιόωντο. ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες: καὶ δ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί ὀπάσσας δῶρα φέρειν: ἅμα δ υἱᾶ δόμων ἔκπεμπε νέεσθαι. Ἔνθα δ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι: κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ νύμφαι ἑλειονόμοι ὑπεδείδισαν: οὐδέ τις ἀνδρῶν ἠείδει: οἰο῀ς δὲ κατὰ πλατὺ βόσκετο τῖφος. αὐτὰρ ὅγ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο ϝίσσετ Ἀβαντιάδης: ὁ δ ἄρ ἔκποθεν ἀφράστοιο ὕψι μάλ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν. ὀξὺ δ ὅγε κλάγξας οὔδει πέσεν: οἱ δὲ τυπέντος ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ αἶψ ὀλοοῖο Πηλεὺς αἰγανέῃ φύγαδ εἰς ἕλος ὁρμηθέντος καπρίου: ἔσσυτο δ αὖτις ἐναντίος: ἀλλά μιν Ἴδας οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί. καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα: τὸν δ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα, ἀχνύμενοι, χείρεσσι δ ἑῶν ἐνικάτθαν ἑταίρων.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION