호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ ἔπειτα ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.? ἔνθεν δ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην δερκόμενοι παράμειβον: ὑπὸ πνοιῇ δὲ κάλωες ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν. ἠῶθεν δ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος ἀσπασίως ἄκρης Ἀχερουσίδος ὁρ´μον ἵκοντο. ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν, εἰς ἅλα δερκομένη Βιθυνίδα: τῇ δ ὑπὸ πέτραι λισσάδες ἐρρίζωνται ἁλίβροχοι: ἀμφὶ δὲ τῇσιν κῦμα κυλινδόμενον μεγάλα βρέμει: αὐτὰρ ὕπερθεν ἀμφιλαφεῖς πλατάνιστοι ἐπ ἀκροτάτῃ πεφύασιν. ἐκ δ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ Αἴδαο ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην, ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο. σιγὴ δ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην, ἀλλ ἄμυδις πόντοιό θ ὑπὸ στένει ἠχήεντος, φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν. ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἐάσιν, ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων ἠῴην: κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν. τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ. τῇ ῥ οἵγ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν. Οὐδ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο, καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον: ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι. αὐτὸν δ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο πάντοθεν ἀγρόμενοι: ἐπεὶ ἦ μάλα τοίγ ἐπὶ δηρὸν ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον. καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο κεῖν ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες, δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν. Λἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ ἑκάστου σφωιτέρων μυθεῖθ ἑτάρων, Πελίαό τ ἐφετμάς, ἠδ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν, ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτελεσσαν: Μυσίδα δ ὡς ἀφίκοντο Κίον θ, ὅθι κάλλιπον ἡρ´ω Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τ ἐδάιξαν, καὶ Φινῆος ἐείπε θεοπροπίας τε δύην τε, ἠδ ὡς Κυανέας πέτρας φύγον, ὥς τ ἀβόλησαν Λητοϊ´δῃ κατὰ νῆσον. ὁ δ ἑξείης ἐνέποντος θέλγετ ἀκουῇ θυμόν: ἄχος δ ἕλεν Ἡρακλῆι λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기