- 텍스트

Apollodorus, Argonautica, book 2 11:

(아폴로도로스, 아르고나우티카, book 2 11:)

Ἦμος δ οὔτ ἄρ πω φάος ἄμβροτον, οὔτ ἔτι λίην ὀρφναίη πέλεται, λεπτὸν δ ἐπιδέδρομε νυκτὶ φέγγος, ὅτ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν, τῆμος ἐρημαίης νήσου λιμέν εἰσελάσαντες Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.? τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν τῆλ ἐπ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων, ἐξεφάνη: χρύσεοι δὲ παρειάων ἑκάτερθεν πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι: λαιῇ δ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις ἰοδόκη τετάνυστο κατωμαδόν: ἡ δ ὑπὸ ποσσὶν σείετο νῆσος ὅλη, κλύζεν δ ἐπὶ κύματα χέρσῳ. τοὺς δ ἕλε θάμβος ἰδόντας ἀμήχανον: οὐδέ τις ἔτλη ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο. στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός: αὐτὰρ ὁ τηλοῦ βῆ ῥ ἴμεναι πόντονδε δι ἠέρος: ὀψὲ δὲ τοῖον Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων: "Εἰ δ ἄγε δὴ νῆσον μὲν Εωἵου Ἀπόλλωνος τήνδ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη ἠῷος μετιών: τὰ δὲ ῥέξομεν οἱᾶ πάρεστιν, βωμὸν ἀναστήσαντες ἐπάκτιον: εἰ δ ἂν ὀπίσσω γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ, δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν. νῦν δ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι κέκλομαι. ἀλλ ἵληθι ἄναξ, ἵληθι φαανθείς. " Ὧς ἄρ ἔφη: καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο χερμάσιν: οἱ δ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες εἴ κέ τιν ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν αἰγῶν, οἱά῀ τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ. τοῖσι δὲ Λητοϊ´δης ἄγρην πόρεν: ἐκ δέ νυ πάντων εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ καῖον, ἐπικλείοντες Εὥιον Ἀπόλλωνα. ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο, καλὸν Ιἠπαιήον Ιἠπαιήονα Φοῖβον μελπόμενοι: σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς: ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν, κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς. ἱλήκοις: αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι, αἰὲν ἀδήλητοι: τὼς γὰρ θέμις. οἰόθι δ αὐτὴ Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει. πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες, θαρσύνεσκον ἔπεσσιν, Ιἤιε κεκληγυῖαι: ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ. Αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ, λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο, ἁπτόμενοι θυέων: καί τ εἰσέτι νῦν γε τέτυκται κεῖς Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥ ἐκάμοντο αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION