- 텍스트

Apollodorus, Argonautica, book 2 9:

(아폴로도로스, 아르고나우티카, book 2 9:)

Καὶ τὰ μὲν ὧς ὑδέονται:? ἀριστῆες δὲ καταῦθι μίμνον ἐρυκόμενοι: ξεινήια δ ἄσπετα Θυνοὶ πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προϊάλλον. ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ ἱερὰ θέντες, νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης τρήρωνος λήθοντο μετὰ σφίσιν: ἀλλ ἄρα τήνγε δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς Εὔφημος, γαίης δ ἀπὸ διπλόα πείσματ ἔλυσαν. Οὐδ ἄρ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες: αὐτίκα δ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν, σεύατ ἴμεν πόντονδε, φίλα φρονέους ἐρέτῃσιν. ὡς δ ὅτε τις πάτρηθεν ἀλώμενος, οἱά῀ τε πολλὰ πλαζόμεθ ἄνθρωποι τετληότες, οὐδέ τις αἰᾶ τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι, σφωιτέρους δ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος ὑγρή τε τραφερή τ ἰνδάλλεται, ἄλλοτε δ ἄλλῃ ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν: ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα θῆκεν ἐπ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς. Οἱ δ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν, δινήεις δ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο, ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων νωλεμὲς οὐάτ ἔβαλλε, βόων δ ἁλιμυρέες ἀκταί, δὴ τότ ἔπειθ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς Εὔφημος πρῴρης ἐπιβήμεναι: οἱ δ ὑπ ἀνωγῇ Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο εἰρεσίην, ἵν ἔπειτα διὲκ πέτρας ἐλάσειαν, κάρτεϊ ᾧ πίσυνοι. τὰς δ αὐτίκα λοίσθιον ἄλλων οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο. σὺν δέ σφιν χύτο θυμός: ὁ δ ἀίξαι πτερύγεσσιν Εὔφημος προέηκε πελειάδα: τοὶ δ ἅμα πάντες ἠείραν κεφαλὰς ἐσορώμενοι: ἡ δὲ δι αὐτῶν ἔπτατο: ταὶ δ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς: αὐε῀ δὲ πόντος σμερδαλέον: πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ. κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον: ὑψόθι δ ὄχθης λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη. νῆα δ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ ἔκοψαν οὐραῖα πτερὰ ταίγε πελειάδος: ἡ δ ἀπόρουσεν ἀσκηθής. ἐρέται δὲ μέγ ἰάχον: ἔβραχε δ αὐτὸς Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις ἄνδιχα. τοὺς δ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν εἴσω πετράων. τότε δ αἰνότατον δέος εἷλεν πάντας: ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἠε῀ν ὄλεθρος. ἤδη δ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος, καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον: οἱ δ ἐσιδόντες ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν. ἀλλά μιν ἔφθη Τῖφυς ὑπ εἰρεσίῃ βαρύθουσαν ἀγχαλάσας: τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη, ἐκ δ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα πετράων: ὑψοῦ δὲ μεταχρονίη πεφόρητο. Εὔφημος δ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους, ἐμβαλέειν κώπῃσιν ὅσον σθένος: οἱ δ ἀλαλητῷ κόπτον ὕδωρ. ὅσσον δ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν, δὶς τόσον ἂψ ἀπόρουσεν: ἐπεγνάμπτοντο δὲ κῶπαι ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων. ἔνθεν δ αὐτίκ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα, ἡ δ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ προπροκαταϊ´γδην κοίλης ἁλός. ἐν δ ἄρα μέσσαις Πληγάσι δινήεις εἶχεν ῥόος: αἱ δ ἑκάτερθεν σειόμεναι βρόμεον: πεπέδητο δὲ νήια δοῦρα. καὶ τότ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι. ἡ δ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ ὀιστῷ. ἔμπης δ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη Οὔλυμπόνδ ἀνόρουσεν, ὅτ ἀσκηθεῖς ὑπάλυξαν. πέτραι δ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἠε῀ν ἐκ μακάρων, εὖτ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ. οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης τῆλ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Αἴδαο σώεσθαι: Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων:?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION