호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧς ἄρ ἔφη:? τοὺς δ εἶθαρ ἕλεν δέος εἰσαϊόντας. δὴν δ ἔσαν ἀμφασίῃ βεβολημένοι: ὀψὲ δ ἐείπεν ἡρ´ως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι: "Ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ ἀέθλων ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας πειθόμενοι Πόντονδε περήσομεν: εἰ δέ κεν αὖτις τάσδ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην. πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον, νῆις ἐὼν ἑτάροις ἅμα νήισιν· Αἰᾶ δὲ Κολχὶς Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν. " Ὧς φάτο: τὸν δ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν: "Ὦ τέκος, εὖτ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας, θάρσει: ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αἰής: μετὰ δ Αἰᾶν ἅλις πομπῆες ἔσονται. ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων. καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε. " Ὧς φάτ Ἀγηνορίδης: ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ Θρηικίου Βορέαο κατ αἰθέρος ἀίξαντε οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας: οἱ δ ἀνόρουσαν ἐξ ἑδέων ἡρ´ωες, ὅπως παρεόντας ἴδοντο. Ζήτης δ ἱεμένοισιν, ἔτ ἄσπετον ἐκ καμάτοιο ἆσθμ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν ἤλασαν, ἠδ ὡς ῀Ἰρις ἐρύκακε τάσδε δαϊ´ξαι, ὁρ´κιά τ εὐμενέουσα θεὰ πόρεν, αἱ δ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης. γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι αὐτός τ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν: "Ἦ ἄρα δή τις ἐήν, Φινεῦ, θεός, ὃς σέθεν ἄτης κήδετο λευγαλέης, καὶ δ ἡμέας αὖθι πέλασσεν τηλόθεν, ὄφρα τοι υἱε῀ς ἀμύνειαν Βορέαο: εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τ ἂν ὀίω γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ ἱκοίμην. " Ὧς ἔφατ: αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν: "Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος ἔστ ὀπίσω: κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί. ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι, καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαϊῄσιν. " Ὧς τώγ ἀλλήλοισι παραβλήδην ἀγόρευον. αὐτίκα δ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη Ἠριγενής: τὸν δ ἀμφὶ περικτίται ἠγερέθοντο ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ ἤματι κεῖσε θάμιζον, αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς. τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο, ἔχραεν ἐνδυκέως, πολέων δ ἀπὸ πήματ ἔλυσεν μαντοσύνῃ: τῶ καί μιν ἐποιχόμενοι κομέεσκον. σὺν τοῖσιν δ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἠε῀ν φίλτατος: ἀσπάσιος δὲ: δόμοις ἔνι τούσγ ἐνόησεν. πρὶν γὰρ δή νύ ποτ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο πείσματ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ, οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας. τοὺς μὲν ἔπειτ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν πέμφ ὁ γέρων: οἰο῀ν δὲ Παραίβιον αὐτόθι μίμνειν κέκλετ ἀριστήεσσι σὺν ἀνδράσιν: αἶψα δὲ τόνγε σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαι ἧκεν ἐποτρύνας. τοῦ δ ἐκ μεγάροιο κιόντος μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기