호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν, τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.? οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ βρασσόμενον: στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ ἀλέγοντες πείρετε: μηδ αὔτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετ ἐπισπόμενοι νεότητι. οἰωνῷ δή πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι αὐτῶν πετράων πόντονδε σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδ αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ τέμνεθ ἁλὸς στεινωπόν: ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετ ἐν εὐχωλῇσιν, ὅσον τ ἐνὶ κάρτεϊ χειρῶν. τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι θαρσαλέως: πρὶν δ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε πετράων, οὐδ εἴ κε σιδηρείη πέλοι Ἰλργώ. ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι, εἰ καί με τρὶς τόσσον ὀίεσθ Οὐρανίδῃσιν, ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι: μὴ τλῆτ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι. καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου, αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν γνάμψαντες νήσου Θυνηίδος ὁρ´μον ἵκησθε. κεῖθεν δ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες. ἔνθα μὲν εἰς Αἴδαο καταιβάτις ἐστὶ κέλευθος, ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει, δινήεις τ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων ἄκρην ἐκ μεγάλης προχοὰς ἱήσι φάραγγος. ἀγχίμολον δ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς Παφλαγόνων, τοῖσίν τ Ἐνετήιος ἐμβασίλευσεν πρῶτα Πέλοψ, τοῦ καί περ ἀφ αἵματος εὐχετόωνται. ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν, τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἀέλλαι: ὧδε μάλ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει. τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται: ἤδη Αἰγιαλός: πολέος δ ἐπὶ πείρασιν Αἰγιαλοῖο ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο δεινὸν ἐρεύγονται: μετὰ τὸν δ ἀγχίροος ῀Ἰρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν ἐξανέχει γαίης: ἐπὶ δὲ στόμα Θερμώδοντος κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπ ἄκρην μύρεται, εὐρείης διαειμένος ἠπείροιο. ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν, ἐργατίναι: τοὶ δ ἀμφὶ σιδήρεα ἔργα μέλονται. ἄγχι δὲ ϝαιετάουσι πολύρρηνες Τιβαρηνοὶ Ζηνὸς Εὐξείνοιο Γενηταίην ὑπὲρ ἄκρην. τῇ δ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται, δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες [κάλινα καὶ πύργους εὐπηγέας, οὓς καλέουσιν μόσσυνας: καὶ δ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἐάσιν. ] τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ, μήτι παντοίῃ μέγ ἀναιδέας ἐξελάσαντες οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν νῆσον ἐρημαίην. τῇ μέν τ ἐνὶ νηὸν Ἄρηος λαϊ´νεον ποίησαν Ἀμαζονίδων βασίλειαι Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο. ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν ἄρρητον: τῶ καί τε φίλα φρονέων ἀγορεύω ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα· νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης φέρβονται Φίλυρες: Φιλύρων δ ἐφύπερθεν ἐάσιν Μάκρωνες: μετὰ δ αὖ περιώσια φῦλα Βεχείρων. ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν: Βύζηρες δ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ ἐνὶ νηὶ πείρεθ, ἑώς μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ. ἔνθα δ ἐπ ἠπείροιο Κυταιίδος, ἠδ Ἀμαραντῶν τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. κείνου νῆ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο, ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ ἄκρης πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι, ἀμφὶς ὀπιπεύει δεδοκημένος: οὐδέ οἱ ἦμαρ, οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기