- 텍스트

Apollodorus, Argonautica, book 2 4:

(아폴로도로스, 아르고나우티카, book 2 4:)

"Κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ οἵδ ὑμεῖς, οὓς δή κρυερῇ βασιλῆος ἐφετμῇ Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ιἤσων.? ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦς υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν. Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς ἀνδράσι, Φοίβου τ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες, χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης, μηδέ μ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες αὔτως. οὐ γὰρ μοῦνον ἐπ ὀφθαλμοῖσιν Ἐρινὺς λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω: πρὸς δ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν. Ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν ἔκποθεν ἀφράστοιο καταϊ´σσουσαι ὄλεθροι. ἴσχω δ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς, ἢ κείνας: ὧδ αἶψα διηέριαι ποτέονται. τυτθὸν δ ἢν ἄρα δήποτ ἐδητύος ἄμμι λίπωσιν, πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς: οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας, οὐδ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἰή. ἀλλά με πικρὴ δῆτα καὶ ἀάτος ἴσχει ἀνάγκη μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι. τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο υἱέας. οὐδ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες, εἰ δὴ ἐγὼν ὁ πρίν ποτ ἐπικλυτὸς ἀνδράσι Φινεὺς ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ Ἀγήνωρ: τῶν δὲ κασιγνήτην, ὅτ ἐνὶ Θρῄκεσσιν ἄνασσον, Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν. " Ἴσκεν Ἀγηνορίδης: ἀδινὸν δ ἕλε κῆδος ἕκαστον ἡρώων, πέρι δ αὖτε δύω υἱᾶς Βορέαο. δάκρυ δ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ ἐείπεν Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος: "῀Ἀ δείλ, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε ἀνῆπται· ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν μαντοσύνας δεδαώς· τῶ τοι μέγα μηνιόωσιν· ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ ἀθανάτων. οὐδ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ ἂν ὀμόσσῃς, μὴ μὲν τοῖό γ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι. " Ὧς φάτο: τοῦ δ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ ἐπέεσσιν: "Σίγα: μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον. ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν μαντοσύνας: ἴστω δὲ δυσώνυμος, ἥ μ ἔλαχεν, κὴρ καὶ τόδ ἐπ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ ὑπένερθεν δαίμονες, οἳ μηδ ὧδε θανόντι περ εὐμενέοιεν, ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ ἀρωγῆς.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION