호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Φράζεσθ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν, εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρ ἐκόμισσε;? ; . ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἐόλπα οὐδ ἂν πυγμαχίῃ κρινθήμεναι: ἀλλ ὅτε θεσμοὺς ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι. ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες πόντον ἐπέπλωμεν: μάλα δ ἡμέων αὐτὸς ἕκαστος εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος. " Ὧς ἄρ ἔφη: τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο. καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τ ἀνδρῶν οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς ῥέξαντες μέγα δόρπον ἐφώπλισαν: οὐδέ τιν ὕπνος εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν. ξανθὰ δ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα ἀγχιάλῳ, τῇ, ἀκτῇ ἔπι, πρυμνήσι ἀνῆπτο, Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἀείδον ἐμμελέως: περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ μελπομένοις: κλεῖον δὲ Θεραπναῖον Διὸς υἱᾶ. Ἦμος δ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας, δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης, ληίδα τ εἰσβήσαντες ὅσην χρεὼ ἠε῀ν ἄγεσθαι, πνοιῇ δινήεντ ἀνὰ Βόσπορον ἰθύνοντο. ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα ἀμφέρεται προπάροιθεν ἐπαϊ´σσοντι ἐοικός, αἰὲν ὑπὲρ νεφέων ἠερμένον: οὐδέ κε φαίης φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγ ἔμπης στόρνυται, εἴ κ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ. τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο, ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δ ἄλλῳ ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ ἀνῆψαν. Ἔνθα δ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς, ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματ ἀνέτλη εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν Λητοϊ´δης: οὐδ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν. τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἰάλλεν, ἐκ δ ἕλετ ὀφθαλμῶν γλυκερὸν φάος: οὐδὲ γάνυσθαι εἰά ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ θέσφατα πευθόμενοι περιναιέται οἴκαδ ἄγειρον. ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι Ἅρπυιαι στόματος χειρῶν τ ἀπὸ γαμφηλῇσιν συνεχέως ἡρ´παζον. ἐλείπετο δ ἄλλοτε φορβῆς οὐδ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο. καὶ δ ἐπὶ μυδαλέην ὀδμὴν χέον: οὐδέ τις ἔτλη μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλ ἀποτηλοῦ ἑστηώς: τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός. αὐτίκα δ εἰσαϊών ἐνοπὴν καὶ δοῦπον ὁμίλου τούσδ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων θέσφατον ἐκ Διὸς ἠε῀ν ἑῆς ἀπόνασθαι ἐδωδῆς. ὀρθωθεὶς δ εὐνῆθεν, ἀκήριον ἠύτ ὄνειρον, βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε, τοίχους ἀμφαφόων: τρέμε δ ἅψεα νισσομένοιο ἀδρανίῃ γήραι τε: πίνῳ δέ οἱ αὐσταλέος χρὼς ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἐέργον. ἐκ δ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς οὐδοῦ ἐπ αὐλείοιο: κάρος δέ μιν ἀμφεκάλυψεν πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι νειόθεν, ἀβληχρῷ δ ἐπὶ κώματι κέκλιτ ἄναυδος. οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기