- 텍스트

Apollodorus, Argonautica, book 2 2:

(아폴로도로스, 아르고나우티카, book 2 2:)

"Τῶνδέ τοι ὅν κ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.? ἀλλὰ βάλευ περὶ χειρί: δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις, ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι. " Ὧς ἔφατ: αὐτὰρ ὅγ οὔτι παραβλήδην ἐρίδηνεν. ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο, τοὺς ἕλεν ἀπροφάτως: τοῦ δ ἀντίος ἤλυθε Κάστωρ ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας: ὦκα δ ἱμάντας ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν. τῷ δ αὖτ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ. Οἱ δ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο, αὐτίκ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας χεῖρας, ἐπ ἀλλήλοισι μένος φέρον ἀντιόωντες. ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δ ὑπὸ τυτθὸν ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει, ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος, ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετ, οὐδέ μιν εἰά δηθύνειν. ὁ δ ἄρ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν ἀίσσοντ ἀλέεινεν: ἀπηνέα δ αἶψα νοήσας πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων, στῆ ῥ᾿ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν. ὡς δ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες θείνωσι σφύρῃσιν, ἐπ ἄλλῳ δ ἄλλος ἀήται δοῦπος ἄδην: ὧς τοῖσι παρήιά τ ἀμφοτέρωθεν καὶ γένυες κτύπεον: βρυχὴ δ ὑπετέλλετ ὀδόντων ἄσπετος, οὐδ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες, ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν. στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε. ἂψ δ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον. ἔνθα δ ἔπειτ Ἄμυκος μὲν ἐπ ἀκροτάτοισιν ἀερθείς, βουτύπος οἱᾶ, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν χεῖρ ἐπὶ οἷ πελέμιξεν: ὁ δ ἀίξαντος ὑπέστη, κρᾶτα παρακλίνας, ὤμῳ δ ἀνεδέξατο πῆχυν τυτθόν: ὁ δ ἄγχ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμσίβων κόψε μεταϊ´γδην ὑπὲρ οὐάτος, ὀστέα δ εἴσω ῥῆξεν: ὁ δ ἀμφ ὀδύνῃ γνὺξ ἤριπεν: οἱ δ ἰάχησαν ἡρ´ωες Μινύαι: τοῦ δ ἀθρόος ἔκχυτο θυμός. Οὐδ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος: ἀλλ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον. τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν ἑταῖροι ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ ἤλας ἐπεσσύμενον κεφαλῆς ὕπερ: ἡ δ ἑκάτερθεν ἔνθα καὶ ἔνθ ὤμοισιν ἐπ ἀμφοτέροις ἐκεάσθη. αὐτὸς δ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα, τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας πλῆξε, καὶ ἐν κονίῃσι βάλεν: τοῦ δ ἆσσον ἰόντος δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί, δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ ὑπελείπετ ὀπωπή. Ὠρεϊ´δης δ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο, ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ ἐπὶ δέρματι μοῦνον νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός. αὔτως δ Ἄρητος μενεδήιον Εὐρύτου υἱᾶ Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας, οὔπω κηρὶ κακῇ πεπρωμένον: ἦ τάχ ἔμελλεν αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο. καὶ τότ ἄρ Ἰλγκαῖος Λυκοόργοιο θρασὺς υἱὸς αἶψα μάλ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ ἐμμεμαὼς Βέβρυξιν: ὁμοῦ δέ οἱ ἐσσεύοντο Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ Ιἤσων. ὡς δ ὅτ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ ἐφόβησαν ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων, μαίονται δ ὅ τι πρῶτον ἐπαϊ´ξαντες ἕλωσιν, πόλλ ἐπιπαμφαλόωντες ὁμοῦ: τὰ δὲ πάντοθεν αὔτως στείνονται πίπτοντα περὶ σφίσιν: ὧς ἄρα τοίγε λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν. ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν, αἱ δ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν: ὧς οἵγ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ ἐκέδασθεν εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες: νήπιοι, οὐδ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο πῆμ ἀίδηλον ἐήν. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ ἠδ οἰαῖ τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος. αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης. οἱ δ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον: ἤδη δ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο ἡρ´ωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἐείπεν:?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION