호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔνθα δ ἔσαν σταθμοί τε βοῶν αὖλίς τ Ἀμύκοιο, Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν:? ὅς τ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, μήτιν ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο πυγμαχίης: πολέας δὲ περικτιόνων ἐδάιξεν. καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἵ τ εἰε῀ν, ὑπερβασίῃσιν ἄτισσεν, τοῖον δ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον: "Κέκλυθ, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἐοίκεν. οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι. τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἰο῀ν ὁμίλου πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. εἰ δ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, ἧ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ ἀνάγκη. " Ἦ ῥα μέγα φρονέων: τοὺς δ ἄγριος εἰσαϊόντας εἷλε χόλος: περὶ δ αὖ Πολυδεύκεα τύψεν ὁμοκλη αἶψα δ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε: "Ἴσχεο νῦν, μηδ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι, φαῖνε βίην: θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι. " Ὧς φάτ ἀπηλεγέως: ὁ δ ἐσέδρακεν ὄμμαθ ἑλίξας, ὥστε λέων ὑπ ἄκοντι τετυμμένος, ὅν τ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται: ὁ δ ἰλλόμενός περ ὁμίλῳ τῶν μὲν ἔτ οὐκ ἀλέγει, ἐπὶ δ ὄσσεται οἰόθεν οἰο῀ν ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδ ἐδάμασσεν. ἔνθ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι ὤπασε Λημνιάδων: ὁ δ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. αὐτίκα δ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους, οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. ἀλλ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς Γαίης εἶναι ἐίκτο πέλωρ τέκος, οἱᾶ πάροιθεν χωομένη Διὶ τίκτεν: ὁ δ οὐρανίῳ ἀτάλαντος ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἐάσιν ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί. τοῖος ἐήν Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ καὶ μένος ἠύτε θηρὸς ἀέξετο: πῆλε δὲ χεῖρας πειράζων, εἴθ ὡς πρὶν ἐυτρόχαλοι φορέονται, μηδ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν οὐ μὰν αὖτ Ἄμυκος πειρήσατο: σῖγα δ ἄπωθεν ἑστηὼς εἰς αὐτὸν ἔχ ὄμματα, καί οἱ ὀρέχθει θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι. τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας ὠμούς, ἀζαλέους, περὶ δ οἵγ ἔσαν ἐσκληῶτες. αὐτὰρ ὁ τόνγ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα:?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기