호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔνθα δ ἔσαν σταθμοί τε βοῶν αὖλίς τ Ἀμύκοιο, Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν:? ὅς τ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, μήτιν ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο πυγμαχίης: πολέας δὲ περικτιόνων ἐδάιξεν. καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἵ τ εἰε῀ν, ὑπερβασίῃσιν ἄτισσεν, τοῖον δ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον: "Κέκλυθ, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἐοίκεν. οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι. τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἰο῀ν ὁμίλου πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. εἰ δ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, ἧ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ ἀνάγκη. " Ἦ ῥα μέγα φρονέων: τοὺς δ ἄγριος εἰσαϊόντας εἷλε χόλος: περὶ δ αὖ Πολυδεύκεα τύψεν ὁμοκλη αἶψα δ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε: "Ἴσχεο νῦν, μηδ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι, φαῖνε βίην: θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι. " Ὧς φάτ ἀπηλεγέως: ὁ δ ἐσέδρακεν ὄμμαθ ἑλίξας, ὥστε λέων ὑπ ἄκοντι τετυμμένος, ὅν τ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται: ὁ δ ἰλλόμενός περ ὁμίλῳ τῶν μὲν ἔτ οὐκ ἀλέγει, ἐπὶ δ ὄσσεται οἰόθεν οἰο῀ν ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδ ἐδάμασσεν. ἔνθ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι ὤπασε Λημνιάδων: ὁ δ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. αὐτίκα δ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους, οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. ἀλλ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς Γαίης εἶναι ἐίκτο πέλωρ τέκος, οἱᾶ πάροιθεν χωομένη Διὶ τίκτεν: ὁ δ οὐρανίῳ ἀτάλαντος ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἐάσιν ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί. τοῖος ἐήν Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ καὶ μένος ἠύτε θηρὸς ἀέξετο: πῆλε δὲ χεῖρας πειράζων, εἴθ ὡς πρὶν ἐυτρόχαλοι φορέονται, μηδ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν οὐ μὰν αὖτ Ἄμυκος πειρήσατο: σῖγα δ ἄπωθεν ἑστηὼς εἰς αὐτὸν ἔχ ὄμματα, καί οἱ ὀρέχθει θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι. τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας ὠμούς, ἀζαλέους, περὶ δ οἵγ ἔσαν ἐσκληῶτες. αὐτὰρ ὁ τόνγ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα: "Τῶνδέ τοι ὅν κ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.
ἀλλὰ βάλευ περὶ χειρί: δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις, ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι. " Ὧς ἔφατ: αὐτὰρ ὅγ οὔτι παραβλήδην ἐρίδηνεν. ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο, τοὺς ἕλεν ἀπροφάτως: τοῦ δ ἀντίος ἤλυθε Κάστωρ ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας: ὦκα δ ἱμάντας ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν. τῷ δ αὖτ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ. Οἱ δ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο, αὐτίκ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας χεῖρας, ἐπ ἀλλήλοισι μένος φέρον ἀντιόωντες. ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δ ὑπὸ τυτθὸν ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει, ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος, ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετ, οὐδέ μιν εἰά δηθύνειν. ὁ δ ἄρ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν ἀίσσοντ ἀλέεινεν: ἀπηνέα δ αἶψα νοήσας πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων, στῆ ῥ᾿ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν. ὡς δ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες θείνωσι σφύρῃσιν, ἐπ ἄλλῳ δ ἄλλος ἀήται δοῦπος ἄδην: ὧς τοῖσι παρήιά τ ἀμφοτέρωθεν καὶ γένυες κτύπεον: βρυχὴ δ ὑπετέλλετ ὀδόντων ἄσπετος, οὐδ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες, ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν. στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε. ἂψ δ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον. ἔνθα δ ἔπειτ Ἄμυκος μὲν ἐπ ἀκροτάτοισιν ἀερθείς, βουτύπος οἱᾶ, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν χεῖρ ἐπὶ οἷ πελέμιξεν: ὁ δ ἀίξαντος ὑπέστη, κρᾶτα παρακλίνας, ὤμῳ δ ἀνεδέξατο πῆχυν τυτθόν: ὁ δ ἄγχ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμσίβων κόψε μεταϊ´γδην ὑπὲρ οὐάτος, ὀστέα δ εἴσω ῥῆξεν: ὁ δ ἀμφ ὀδύνῃ γνὺξ ἤριπεν: οἱ δ ἰάχησαν ἡρ´ωες Μινύαι: τοῦ δ ἀθρόος ἔκχυτο θυμός. Οὐδ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος: ἀλλ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον. τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν ἑταῖροι ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ ἤλας ἐπεσσύμενον κεφαλῆς ὕπερ: ἡ δ ἑκάτερθεν ἔνθα καὶ ἔνθ ὤμοισιν ἐπ ἀμφοτέροις ἐκεάσθη. αὐτὸς δ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα, τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας πλῆξε, καὶ ἐν κονίῃσι βάλεν: τοῦ δ ἆσσον ἰόντος δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί, δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ ὑπελείπετ ὀπωπή. Ὠρεϊ´δης δ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο, ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ ἐπὶ δέρματι μοῦνον νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός. αὔτως δ Ἄρητος μενεδήιον Εὐρύτου υἱᾶ Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας, οὔπω κηρὶ κακῇ πεπρωμένον: ἦ τάχ ἔμελλεν αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο. καὶ τότ ἄρ Ἰλγκαῖος Λυκοόργοιο θρασὺς υἱὸς αἶψα μάλ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ ἐμμεμαὼς Βέβρυξιν: ὁμοῦ δέ οἱ ἐσσεύοντο Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ Ιἤσων. ὡς δ ὅτ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ ἐφόβησαν ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων, μαίονται δ ὅ τι πρῶτον ἐπαϊ´ξαντες ἕλωσιν, πόλλ ἐπιπαμφαλόωντες ὁμοῦ: τὰ δὲ πάντοθεν αὔτως στείνονται πίπτοντα περὶ σφίσιν: ὧς ἄρα τοίγε λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν. ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν, αἱ δ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν: ὧς οἵγ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ ἐκέδασθεν εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες: νήπιοι, οὐδ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο πῆμ ἀίδηλον ἐήν. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ ἠδ οἰαῖ τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος. αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης. οἱ δ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον: ἤδη δ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο ἡρ´ωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἐείπεν: "Φράζεσθ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν, εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρ ἐκόμισσε;
; . ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἐόλπα οὐδ ἂν πυγμαχίῃ κρινθήμεναι: ἀλλ ὅτε θεσμοὺς ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι. ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες πόντον ἐπέπλωμεν: μάλα δ ἡμέων αὐτὸς ἕκαστος εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος. " Ὧς ἄρ ἔφη: τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο. καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τ ἀνδρῶν οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς ῥέξαντες μέγα δόρπον ἐφώπλισαν: οὐδέ τιν ὕπνος εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν. ξανθὰ δ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα ἀγχιάλῳ, τῇ, ἀκτῇ ἔπι, πρυμνήσι ἀνῆπτο, Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἀείδον ἐμμελέως: περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ μελπομένοις: κλεῖον δὲ Θεραπναῖον Διὸς υἱᾶ. Ἦμος δ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας, δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης, ληίδα τ εἰσβήσαντες ὅσην χρεὼ ἠε῀ν ἄγεσθαι, πνοιῇ δινήεντ ἀνὰ Βόσπορον ἰθύνοντο. ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα ἀμφέρεται προπάροιθεν ἐπαϊ´σσοντι ἐοικός, αἰὲν ὑπὲρ νεφέων ἠερμένον: οὐδέ κε φαίης φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγ ἔμπης στόρνυται, εἴ κ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ. τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο, ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δ ἄλλῳ ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ ἀνῆψαν. Ἔνθα δ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς, ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματ ἀνέτλη εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν Λητοϊ´δης: οὐδ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν. τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἰάλλεν, ἐκ δ ἕλετ ὀφθαλμῶν γλυκερὸν φάος: οὐδὲ γάνυσθαι εἰά ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ θέσφατα πευθόμενοι περιναιέται οἴκαδ ἄγειρον. ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι Ἅρπυιαι στόματος χειρῶν τ ἀπὸ γαμφηλῇσιν συνεχέως ἡρ´παζον. ἐλείπετο δ ἄλλοτε φορβῆς οὐδ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο. καὶ δ ἐπὶ μυδαλέην ὀδμὴν χέον: οὐδέ τις ἔτλη μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλ ἀποτηλοῦ ἑστηώς: τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός. αὐτίκα δ εἰσαϊών ἐνοπὴν καὶ δοῦπον ὁμίλου τούσδ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων θέσφατον ἐκ Διὸς ἠε῀ν ἑῆς ἀπόνασθαι ἐδωδῆς. ὀρθωθεὶς δ εὐνῆθεν, ἀκήριον ἠύτ ὄνειρον, βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε, τοίχους ἀμφαφόων: τρέμε δ ἅψεα νισσομένοιο ἀδρανίῃ γήραι τε: πίνῳ δέ οἱ αὐσταλέος χρὼς ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἐέργον. ἐκ δ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς οὐδοῦ ἐπ αὐλείοιο: κάρος δέ μιν ἀμφεκάλυψεν πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι νειόθεν, ἀβληχρῷ δ ἐπὶ κώματι κέκλιτ ἄναυδος. οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν: "Κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ οἵδ ὑμεῖς, οὓς δή κρυερῇ βασιλῆος ἐφετμῇ Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ιἤσων.
ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦς υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν. Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς ἀνδράσι, Φοίβου τ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες, χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης, μηδέ μ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες αὔτως. οὐ γὰρ μοῦνον ἐπ ὀφθαλμοῖσιν Ἐρινὺς λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω: πρὸς δ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν. Ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν ἔκποθεν ἀφράστοιο καταϊ´σσουσαι ὄλεθροι. ἴσχω δ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς, ἢ κείνας: ὧδ αἶψα διηέριαι ποτέονται. τυτθὸν δ ἢν ἄρα δήποτ ἐδητύος ἄμμι λίπωσιν, πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς: οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας, οὐδ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἰή. ἀλλά με πικρὴ δῆτα καὶ ἀάτος ἴσχει ἀνάγκη μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι. τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο υἱέας. οὐδ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες, εἰ δὴ ἐγὼν ὁ πρίν ποτ ἐπικλυτὸς ἀνδράσι Φινεὺς ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ Ἀγήνωρ: τῶν δὲ κασιγνήτην, ὅτ ἐνὶ Θρῄκεσσιν ἄνασσον, Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν. " Ἴσκεν Ἀγηνορίδης: ἀδινὸν δ ἕλε κῆδος ἕκαστον ἡρώων, πέρι δ αὖτε δύω υἱᾶς Βορέαο. δάκρυ δ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ ἐείπεν Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος: "῀Ἀ δείλ, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε ἀνῆπται· ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν μαντοσύνας δεδαώς· τῶ τοι μέγα μηνιόωσιν· ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ ἀθανάτων. οὐδ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ ἂν ὀμόσσῃς, μὴ μὲν τοῖό γ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι. " Ὧς φάτο: τοῦ δ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ ἐπέεσσιν: "Σίγα: μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον. ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν μαντοσύνας: ἴστω δὲ δυσώνυμος, ἥ μ ἔλαχεν, κὴρ καὶ τόδ ἐπ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ ὑπένερθεν δαίμονες, οἳ μηδ ὧδε θανόντι περ εὐμενέοιεν, ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ ἀρωγῆς. Τὼ μὲν ἔπειθ ὁρ´κοισιν ἀλαλκέμεναι μενέαινον.
αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι, λοίσθιον Ἁρπυίῃσιν ἑλώριον: ἐγγύθι δ ἄμφω στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν. καὶ δὴ τὰ πρώτισθ ὁ γέρων ἔψαυεν ἐδωδῆς: αἱ δ ἄφαρ ἠύτ ἀέλλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς, ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο κλαγγῇ μαιμώωσαι ἐδητύος: οἱ δ ἐσιδόντες ἡρ´ωες μεσσηγὺς ἀνίαχον: αἱ δ ἅμ ἀυτῇ πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο τῆλε παρέξ: ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο. τάων δ αὖ κατόπισθε δύω υἱε῀ς Βορέαο φάσγαν ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἑήκεν Ζεὺς μένος ἀκάματόν σφιν: ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην νόσφιν, ἐπεὶ ζεφύροιο παραϊ´σσεσκον ἀέλλας αἰέν. ὅτ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἰοιέν. ὡς δ ὅτ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρη· ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας: ὧς Ζήτης Κάλαϊ´ς τε μάλα σχεδὸν ἀίσσοντες τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν. καί νύ κε δή σφ ἀέκητι θεῶν διεδηλήσαντο πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες, εἰ μὴ ἄρ ὠκέα ῀Ἰρις ἴδεν, κατὰ δ αἰθέρος ἆλτο οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν: "Οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι Ἁρπυίας, μεγάλοιο Διὸς κύνας: ὁρ´κια δ αὐτὴ δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι. " Ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται, μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἠε῀ν. οἱ δ ὁρ´κῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα σώεσθαι. Στροφάδας δὲ μετακλείους ἄνθρωποι νήσους τοῖό γ ἕκητι, πάρος Πλωτὰς καλέοντες. Ἄρπυιαί τ ῀Ἰρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν κευθμῶνα Κρήτης Μινωίδος: ἡ δ ἀνόρουσεν Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν. Τόφρα δ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο μῆλα, τά τ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο, δαίνυνθ ἑζόμενοι: σὺν δέ σφισι δαίνυτο Φινεὺς ἁρπαλέως, οἱό῀ν τ ἐν ὀνείρασι θυμὸν ἰαίνων. ἔνθα δ, ἐπεὶ δόρποιο κορέσσαντ ἠδὲ ποτῆτος, παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες. αὐτὸς δ ἐν μέσσοισι παρ ἐσχάρῃ ἧστο γεραιὸς πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου: "Κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι ἀτρεκές: ὅσσα δ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω. ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο. Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν, τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ βρασσόμενον: στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ ἀλέγοντες πείρετε: μηδ αὔτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετ ἐπισπόμενοι νεότητι. οἰωνῷ δή πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι αὐτῶν πετράων πόντονδε σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδ αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ τέμνεθ ἁλὸς στεινωπόν: ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετ ἐν εὐχωλῇσιν, ὅσον τ ἐνὶ κάρτεϊ χειρῶν. τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι θαρσαλέως: πρὶν δ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε πετράων, οὐδ εἴ κε σιδηρείη πέλοι Ἰλργώ. ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι, εἰ καί με τρὶς τόσσον ὀίεσθ Οὐρανίδῃσιν, ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι: μὴ τλῆτ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι. καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου, αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε Ῥήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαιναν γνάμψαντες νήσου Θυνηίδος ὁρ´μον ἵκησθε. κεῖθεν δ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες. ἔνθα μὲν εἰς Αἴδαο καταιβάτις ἐστὶ κέλευθος, ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει, δινήεις τ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνων ἄκρην ἐκ μεγάλης προχοὰς ἱήσι φάραγγος. ἀγχίμολον δ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺς Παφλαγόνων, τοῖσίν τ Ἐνετήιος ἐμβασίλευσεν πρῶτα Πέλοψ, τοῦ καί περ ἀφ αἵματος εὐχετόωνται. ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν, τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἀέλλαι: ὧδε μάλ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει. τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται: ἤδη Αἰγιαλός: πολέος δ ἐπὶ πείρασιν Αἰγιαλοῖο ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο δεινὸν ἐρεύγονται: μετὰ τὸν δ ἀγχίροος ῀Ἰρις μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις. κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼν ἐξανέχει γαίης: ἐπὶ δὲ στόμα Θερμώδοντος κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπ ἄκρην μύρεται, εὐρείης διαειμένος ἠπείροιο. ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες τρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶν τρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν, ἐργατίναι: τοὶ δ ἀμφὶ σιδήρεα ἔργα μέλονται. ἄγχι δὲ ϝαιετάουσι πολύρρηνες Τιβαρηνοὶ Ζηνὸς Εὐξείνοιο Γενηταίην ὑπὲρ ἄκρην. τῇ δ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν ἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται, δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες [κάλινα καὶ πύργους εὐπηγέας, οὓς καλέουσιν μόσσυνας: καὶ δ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἐάσιν. ] τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ, μήτι παντοίῃ μέγ ἀναιδέας ἐξελάσαντες οἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν νῆσον ἐρημαίην. τῇ μέν τ ἐνὶ νηὸν Ἄρηος λαϊ´νεον ποίησαν Ἀμαζονίδων βασίλειαι Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο. ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν ἄρρητον: τῶ καί τε φίλα φρονέων ἀγορεύω ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα· νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης φέρβονται Φίλυρες: Φιλύρων δ ἐφύπερθεν ἐάσιν Μάκρωνες: μετὰ δ αὖ περιώσια φῦλα Βεχείρων. ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν: Βύζηρες δ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ ἐνὶ νηὶ πείρεθ, ἑώς μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ. ἔνθα δ ἐπ ἠπείροιο Κυταιίδος, ἠδ Ἀμαραντῶν τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. κείνου νῆ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο, ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ ἄκρης πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι, ἀμφὶς ὀπιπεύει δεδοκημένος: οὐδέ οἱ ἦμαρ, οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε. Ὧς ἄρ ἔφη:
τοὺς δ εἶθαρ ἕλεν δέος εἰσαϊόντας. δὴν δ ἔσαν ἀμφασίῃ βεβολημένοι: ὀψὲ δ ἐείπεν ἡρ´ως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι: "Ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ ἀέθλων ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας πειθόμενοι Πόντονδε περήσομεν: εἰ δέ κεν αὖτις τάσδ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην. πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον, νῆις ἐὼν ἑτάροις ἅμα νήισιν· Αἰᾶ δὲ Κολχὶς Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν. " Ὧς φάτο: τὸν δ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν: "Ὦ τέκος, εὖτ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας, θάρσει: ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει ἐξ Αἰής: μετὰ δ Αἰᾶν ἅλις πομπῆες ἔσονται. ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων. καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε. " Ὧς φάτ Ἀγηνορίδης: ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ Θρηικίου Βορέαο κατ αἰθέρος ἀίξαντε οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας: οἱ δ ἀνόρουσαν ἐξ ἑδέων ἡρ´ωες, ὅπως παρεόντας ἴδοντο. Ζήτης δ ἱεμένοισιν, ἔτ ἄσπετον ἐκ καμάτοιο ἆσθμ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν ἤλασαν, ἠδ ὡς ῀Ἰρις ἐρύκακε τάσδε δαϊ´ξαι, ὁρ´κιά τ εὐμενέουσα θεὰ πόρεν, αἱ δ ὑπέδυσαν δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης. γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι αὐτός τ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν: "Ἦ ἄρα δή τις ἐήν, Φινεῦ, θεός, ὃς σέθεν ἄτης κήδετο λευγαλέης, καὶ δ ἡμέας αὖθι πέλασσεν τηλόθεν, ὄφρα τοι υἱε῀ς ἀμύνειαν Βορέαο: εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τ ἂν ὀίω γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ ἱκοίμην. " Ὧς ἔφατ: αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν: "Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος ἔστ ὀπίσω: κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί. ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι, καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαϊῄσιν. " Ὧς τώγ ἀλλήλοισι παραβλήδην ἀγόρευον. αὐτίκα δ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη Ἠριγενής: τὸν δ ἀμφὶ περικτίται ἠγερέθοντο ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ ἤματι κεῖσε θάμιζον, αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς. τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο, ἔχραεν ἐνδυκέως, πολέων δ ἀπὸ πήματ ἔλυσεν μαντοσύνῃ: τῶ καί μιν ἐποιχόμενοι κομέεσκον. σὺν τοῖσιν δ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἠε῀ν φίλτατος: ἀσπάσιος δὲ: δόμοις ἔνι τούσγ ἐνόησεν. πρὶν γὰρ δή νύ ποτ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο πείσματ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ, οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας. τοὺς μὲν ἔπειτ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν πέμφ ὁ γέρων: οἰο῀ν δὲ Παραίβιον αὐτόθι μίμνειν κέκλετ ἀριστήεσσι σὺν ἀνδράσιν: αἶψα δὲ τόνγε σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαι ἧκεν ἐποτρύνας. τοῦ δ ἐκ μεγάροιο κιόντος μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα: "Ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἐάσιν, οὐδ εὐεργεσίης ἀμνήμονες.
ὡς καὶ ὅδ ἀνὴρ τοῖος ἐὼν δεῦρ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη. εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι, δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο χρησμοσύνη τρύχεσκεν: ἐπ ἤματι δ ἦμαρ ὀρώρει κύντερον, οὐδέ τις ἠε῀ν ἀνάπνευσις μογέοντι. ἀλλ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν ἀμπλακίης. ὁ γὰρ οἰο῀ς ἐν οὔρεσι δένδρεα τέμνων δή ποθ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων, ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ, μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν αἰῶνα τρίβεσκε διηνεκές: αὐτὰρ ὁ τήνγε ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος. τῷ δ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ ἀφίκανεν, ἀμπλακίην ἔγνων: βωμὸν δ ἐκέλευσα καμόντα Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ αὐτῷ ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι. ἔνθ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ ἐμεῖο ἐκλάθετ, οὐδ ἀθέρισσε: μόλις δ ἀέκοντα θύραζε πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι. " Ὧς φάτ Ἀγηνορίδης: ὁ δ ἐπισχεδὸν αὐτίκα δοιὼ ἤλυθ ἄγων ποίμνηθεν ὀίς. ἀνὰ δ ἵστατ Ιἤσων, ἂν δὲ Βορήιοι υἱε῀ς ἐφημοσύνῃσι γέροντος. ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα ῥέζον ἐπ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο. κουρότεροι δ ἑτάρων μενοεικέα δαῖτ ἀλέγυνον. ἔνθ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός, τοὶ δ αὐτοῦ κατὰ δώματ ἀολλέες εὐνάζοντο. ἦρι δ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τ ἀνὰ πᾶσαν γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ. Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο μῆλα νέμειν προτέροισι παρ ἀνδράσιν: εὐάδε γάρ οἱ παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων τήνγ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις, αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος. ἔνθα δ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες. τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην αὐτοῦ μακραίωνα καὶ ἀγρότιν: υἱᾶ δ ἔνεικεν νηπίαχον Χείρωνος ὑπ ἄντροισιν κομέεσθαι. τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν Μοῦσαι, ἄκεστορίην τε θεοπροπίας τ ἐδίδαξαν: καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσς ἐνέμοντο ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τ ἐρυμνὴν Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο. ἦμος δ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους Σείριος, οὐδ ἐπὶ δηρὸν ἐήν ἄκος ἐνναέτῃσιν, τῆμος τόνγ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο λοιμοῦ ἀλεξητῆρα. λίπεν δ ὅγε πατρὸς ἐφετμῇ Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης, καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο, ἱερά τ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δ ἕκητι γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι ἤματα τεσσαράκοντα: Κέῳ δ ἔτι νῦν ἱερῆες ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς. Καὶ τὰ μὲν ὧς ὑδέονται:
ἀριστῆες δὲ καταῦθι μίμνον ἐρυκόμενοι: ξεινήια δ ἄσπετα Θυνοὶ πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προϊάλλον. ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ ἱερὰ θέντες, νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης τρήρωνος λήθοντο μετὰ σφίσιν: ἀλλ ἄρα τήνγε δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς Εὔφημος, γαίης δ ἀπὸ διπλόα πείσματ ἔλυσαν. Οὐδ ἄρ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες: αὐτίκα δ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν, σεύατ ἴμεν πόντονδε, φίλα φρονέους ἐρέτῃσιν. ὡς δ ὅτε τις πάτρηθεν ἀλώμενος, οἱά῀ τε πολλὰ πλαζόμεθ ἄνθρωποι τετληότες, οὐδέ τις αἰᾶ τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι, σφωιτέρους δ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος ὑγρή τε τραφερή τ ἰνδάλλεται, ἄλλοτε δ ἄλλῃ ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν: ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα θῆκεν ἐπ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς. Οἱ δ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν, δινήεις δ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο, ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων νωλεμὲς οὐάτ ἔβαλλε, βόων δ ἁλιμυρέες ἀκταί, δὴ τότ ἔπειθ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς Εὔφημος πρῴρης ἐπιβήμεναι: οἱ δ ὑπ ἀνωγῇ Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο εἰρεσίην, ἵν ἔπειτα διὲκ πέτρας ἐλάσειαν, κάρτεϊ ᾧ πίσυνοι. τὰς δ αὐτίκα λοίσθιον ἄλλων οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο. σὺν δέ σφιν χύτο θυμός: ὁ δ ἀίξαι πτερύγεσσιν Εὔφημος προέηκε πελειάδα: τοὶ δ ἅμα πάντες ἠείραν κεφαλὰς ἐσορώμενοι: ἡ δὲ δι αὐτῶν ἔπτατο: ταὶ δ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς: αὐε῀ δὲ πόντος σμερδαλέον: πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ. κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον: ὑψόθι δ ὄχθης λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη. νῆα δ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ ἔκοψαν οὐραῖα πτερὰ ταίγε πελειάδος: ἡ δ ἀπόρουσεν ἀσκηθής. ἐρέται δὲ μέγ ἰάχον: ἔβραχε δ αὐτὸς Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις ἄνδιχα. τοὺς δ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν εἴσω πετράων. τότε δ αἰνότατον δέος εἷλεν πάντας: ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἠε῀ν ὄλεθρος. ἤδη δ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος, καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον: οἱ δ ἐσιδόντες ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν. ἀλλά μιν ἔφθη Τῖφυς ὑπ εἰρεσίῃ βαρύθουσαν ἀγχαλάσας: τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη, ἐκ δ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα πετράων: ὑψοῦ δὲ μεταχρονίη πεφόρητο. Εὔφημος δ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους, ἐμβαλέειν κώπῃσιν ὅσον σθένος: οἱ δ ἀλαλητῷ κόπτον ὕδωρ. ὅσσον δ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν, δὶς τόσον ἂψ ἀπόρουσεν: ἐπεγνάμπτοντο δὲ κῶπαι ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων. ἔνθεν δ αὐτίκ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα, ἡ δ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ προπροκαταϊ´γδην κοίλης ἁλός. ἐν δ ἄρα μέσσαις Πληγάσι δινήεις εἶχεν ῥόος: αἱ δ ἑκάτερθεν σειόμεναι βρόμεον: πεπέδητο δὲ νήια δοῦρα. καὶ τότ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι. ἡ δ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ ὀιστῷ. ἔμπης δ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη Οὔλυμπόνδ ἀνόρουσεν, ὅτ ἀσκηθεῖς ὑπάλυξαν. πέτραι δ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἠε῀ν ἐκ μακάρων, εὖτ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ. οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης τῆλ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Αἴδαο σώεσθαι: Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων: "Ἔλπομαι αὐτῇ νηὶ τόγ ἔμπεδον ἐξαλέασθαι ἡμέας:
οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη, ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος γόμφοισιν συνάρασσε: θέμις δ οὐκ ἔστιν ἁλῶναι. Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν, εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν, μηκέτι δείδιθι τοῖον: ἐπεὶ μετόπισθεν ἀέθλους εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς. " Ἦ ῥ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγε μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν: "Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι· ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην. χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο αὐτίκ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι: νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα νηὶ διαπλώειν, στυγέων δ, ὅτ ἐπ ἠπείροιο βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἐάσιν. αἰεὶ δὲ στονόεσσαν ἐπ ἤματι νύκτα φυλάσσω, ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε, φραζόμενος τὰ ἕκαστα σὺ δ εὐμαρέως ἀγορεύεις οἰο῀ν ἑῆς ψυχῆς ἀλέγων ὕπερ: αὐτὰρ ἔγωγε εἱο῀ μὲν οὐδ ἠβαιὸν ἀτύζομαι: ἀμφὶ δὲ τοῖο καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδι ἑταίρων εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω. " Ὧς φάτ ἀριστήων πειρώμενος: οἱ δ ὁμάδησαν θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη κεκλομένων, καί ῥ αὖτις ἐπιρρήδην μετέειπεν: "Ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω. τούνεκα νῦν οὐδ εἴ κε διὲξ Αἴδαο βερέθρων στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ ὅτε πέτρας Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτ ὀπίσσω ἔσσεσθαι τοιόνδ ἕτερον φόβον, εἰ ἐτεόν γε φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα. " Ὧς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων, εἰρεσίῃ δ ἀλίαστον ἔχον πόνον: αἶψα δὲ τοίγε Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης, ἄκρην δ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν, τῇ δ ἄρ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν Διψακὸς υἷ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν, ὁππόθ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο: τίκτε δέ μιν νύμφη λειμωνιάς: οὐδέ οἱ ὕβρις ἥνδανεν, ἀλλ ἐθελημὸς ἐφ ὕδασι πατρὸς ἑοῖο μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων. τοῦ μέν θ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην δερκόμενοι παράμειβον, ὁμῶς δ ἐπὶ ἤματι νύκτα νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ ἐλάτῃσιν. οἱο῀ν δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν ἐργατίναι μογέουσι βόες, περὶ δ ἄσπετος ἱδρὼς εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος: ὄμματα δέ σφιν λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ: αὐτὰρ ἀυτμὴ αὐαλέη στομάτων ἄμοτον βρέμει: οἱ δ ἐνὶ γαίῃ χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται. τοῖς ἴκελοι ἡρ´ωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά. Ἦμος δ οὔτ ἄρ πω φάος ἄμβροτον, οὔτ ἔτι λίην ὀρφναίη πέλεται, λεπτὸν δ ἐπιδέδρομε νυκτὶ φέγγος, ὅτ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν, τῆμος ἐρημαίης νήσου λιμέν εἰσελάσαντες Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν τῆλ ἐπ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων, ἐξεφάνη: χρύσεοι δὲ παρειάων ἑκάτερθεν πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι: λαιῇ δ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις ἰοδόκη τετάνυστο κατωμαδόν: ἡ δ ὑπὸ ποσσὶν σείετο νῆσος ὅλη, κλύζεν δ ἐπὶ κύματα χέρσῳ. τοὺς δ ἕλε θάμβος ἰδόντας ἀμήχανον: οὐδέ τις ἔτλη ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο. στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός: αὐτὰρ ὁ τηλοῦ βῆ ῥ ἴμεναι πόντονδε δι ἠέρος: ὀψὲ δὲ τοῖον Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων: "Εἰ δ ἄγε δὴ νῆσον μὲν Εωἵου Ἀπόλλωνος τήνδ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη ἠῷος μετιών: τὰ δὲ ῥέξομεν οἱᾶ πάρεστιν, βωμὸν ἀναστήσαντες ἐπάκτιον: εἰ δ ἂν ὀπίσσω γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ, δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν. νῦν δ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι κέκλομαι. ἀλλ ἵληθι ἄναξ, ἵληθι φαανθείς. " Ὧς ἄρ ἔφη: καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο χερμάσιν: οἱ δ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες εἴ κέ τιν ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν αἰγῶν, οἱά῀ τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ. τοῖσι δὲ Λητοϊ´δης ἄγρην πόρεν: ἐκ δέ νυ πάντων εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ καῖον, ἐπικλείοντες Εὥιον Ἀπόλλωνα. ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο, καλὸν Ιἠπαιήον Ιἠπαιήονα Φοῖβον μελπόμενοι: σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς: ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν, κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς. ἱλήκοις: αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι, αἰὲν ἀδήλητοι: τὼς γὰρ θέμις. οἰόθι δ αὐτὴ Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει. πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες, θαρσύνεσκον ἔπεσσιν, Ιἤιε κεκληγυῖαι: ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ. Αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ, λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο, ἁπτόμενοι θυέων: καί τ εἰσέτι νῦν γε τέτυκται κεῖς Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥ ἐκάμοντο αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες. Ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ ἔπειτα ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.
ἔνθεν δ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην δερκόμενοι παράμειβον: ὑπὸ πνοιῇ δὲ κάλωες ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν. ἠῶθεν δ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος ἀσπασίως ἄκρης Ἀχερουσίδος ὁρ´μον ἵκοντο. ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν, εἰς ἅλα δερκομένη Βιθυνίδα: τῇ δ ὑπὸ πέτραι λισσάδες ἐρρίζωνται ἁλίβροχοι: ἀμφὶ δὲ τῇσιν κῦμα κυλινδόμενον μεγάλα βρέμει: αὐτὰρ ὕπερθεν ἀμφιλαφεῖς πλατάνιστοι ἐπ ἀκροτάτῃ πεφύασιν. ἐκ δ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ Αἴδαο ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην, ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο. σιγὴ δ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην, ἀλλ ἄμυδις πόντοιό θ ὑπὸ στένει ἠχήεντος, φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν. ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἐάσιν, ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων ἠῴην: κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν. τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ. τῇ ῥ οἵγ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν. Οὐδ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο, καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον: ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι. αὐτὸν δ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο πάντοθεν ἀγρόμενοι: ἐπεὶ ἦ μάλα τοίγ ἐπὶ δηρὸν ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον. καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο κεῖν ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες, δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν. Λἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ ἑκάστου σφωιτέρων μυθεῖθ ἑτάρων, Πελίαό τ ἐφετμάς, ἠδ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν, ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτελεσσαν: Μυσίδα δ ὡς ἀφίκοντο Κίον θ, ὅθι κάλλιπον ἡρ´ω Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τ ἐδάιξαν, καὶ Φινῆος ἐείπε θεοπροπίας τε δύην τε, ἠδ ὡς Κυανέας πέτρας φύγον, ὥς τ ἀβόλησαν Λητοϊ´δῃ κατὰ νῆσον. ὁ δ ἑξείης ἐνέποντος θέλγετ ἀκουῇ θυμόν: ἄχος δ ἕλεν Ἡρακλῆι λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα: "Ὦ φίλοι, οἱού φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς πείρετ ἐς Αἰήτην τόσσον πλόον.
εὖ γὰρ ἐγώ μιν Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο οἶδ ἐσιδών, ὅτε δεῦρο δι Ἀσίδος ἠπείροιο πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων Ἱππολύτης: ἐμὲ δ εὑρ῀ε νέον χνοάοντα ἰούλους. ἔνθα δ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος ἡμετέρου Μυσοῖσιν ὑπ ἀνδράσιν, ὅντινα λαὸς οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου, ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν εἶδός τ ἠδὲ βίην: χαμάδις δέ οἱ ἤλας ὀδόντας. αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας, φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ, ἔστ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης: Παφλαγόνες τ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως, ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ. ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τ Ἀμύκοιο τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος, δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ ἐβάλοντο οὖρα βαθυρρείοντος ὑφ εἱαμεναῖς Ὑπίοιο. ἔμπης δ ἐξ ὑμέων ἔδοσαν τίσιν: οὐδέ ἕ φημι ἤματι τῷδ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα, Τυνδαρίδην Βέβρυξιν, ὅτ ἀνέρα κεῖνον ἔπεφνεν. τῶ νῦν ἥντιν ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι, τίσω προφρονέως. ἡ γὰρ θέμις ηπεοανοισιν ἀνδράσιν, εὖτ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν. ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα: τοῖο δ ἰόντος, ἦ τ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε ἀνδράσιν, ὄφρ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος. νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης εἵσομαι ἱερὸν αἰπύ: τὸ μὲν μάλα τηλόθι πάντες ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται: καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἱᾶ θεοῖσιν, πίονας εὐα: ρότοιο γύας πεδίοιο ταμοίμην. " Ὧς τότε μὲν δαῖτ ἀμφὶ πανήμεροι ἑψιόωντο. ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες: καὶ δ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί ὀπάσσας δῶρα φέρειν: ἅμα δ υἱᾶ δόμων ἔκπεμπε νέεσθαι. Ἔνθα δ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι: κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ νύμφαι ἑλειονόμοι ὑπεδείδισαν: οὐδέ τις ἀνδρῶν ἠείδει: οἰο῀ς δὲ κατὰ πλατὺ βόσκετο τῖφος. αὐτὰρ ὅγ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο ϝίσσετ Ἀβαντιάδης: ὁ δ ἄρ ἔκποθεν ἀφράστοιο ὕψι μάλ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν. ὀξὺ δ ὅγε κλάγξας οὔδει πέσεν: οἱ δὲ τυπέντος ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ αἶψ ὀλοοῖο Πηλεὺς αἰγανέῃ φύγαδ εἰς ἕλος ὁρμηθέντος καπρίου: ἔσσυτο δ αὖτις ἐναντίος: ἀλλά μιν Ἴδας οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί. καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα: τὸν δ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα, ἀχνύμενοι, χείρεσσι δ ἑῶν ἐνικάτθαν ἑταίρων. Ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι, ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.
ἤματα δὲ τρία πάντα γόων: ἑτέρῳ δέ μιν ἤδη τάρχυον μεγαλωστί: συνεκτερέιζε δὲ λαὸς αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ: παρὰ δ ἄσπετα μῆλα, ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν. καὶ δή τοι κέχυται τοῦδ ἀνέρος ἐν χθονὶ κείνῃ τύμβος: σῆμα δ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι, νηίου ἐκ κοτίνοιο φάλαγξ: θαλέθει δέ τε φύλλοις ἄκρης τυτθὸν ἔνερθ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι, τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι, ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο ἄστυ βαλεῖν: οἱ δ ἀντὶ θεουδέος Αἰολίδαο Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν. Τίς γὰρ δὴ θάνεν ἄλλος· ἐπεὶ καὶ ἔτ αὖτις ἔχευαν ἡρ´ωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο. δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν. Ἁγνιάδην Τῖφυν θανέειν φάτις: οὐδέ οἱ ἠε῀ν μοῖρ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος, εἰσότ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος. ἄτλητον δ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο. δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες, ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου μνώοντ οὔτε ποτοῖο: κατήμυσαν δ ἀχέεσσιν θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπ ἐλπίδος ἔπλετο νόστος. καί νύ κ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο, εἰ μὴ ἄρ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη θάρσος, ὃν Ἰμβρασίοισι παρ ὕδασιν Ἀστυπάλαια τίκτε Ποσειδάωνι: περιπρὸ γὰρ εὖ ἐκέκαστο ἰθύνειν, Πηλῆα δ ἐπεσσύμενος προσέειπεν: "Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι· οὐ μὲν ἄρηος ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ιἤσων Παρθενίης ἀπάνευθεν, ὅσον τ ἐπιίστορα νηῶν. τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω. ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἐάσιν, τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει ναυτιλίην. ἀλλ ὦκα, παραιφάμενος τάδε πάντα, θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου. " Ὧς φάτο: τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν. αὐτίκα δ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν: "Δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως· οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο: ἡμῖν δ ἐν γὰρ ἐάσι κυβερνητῆρες ὁμίλῳ, καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης: ἀλλ ἔγρεσθ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας. Τὸν δ αὖτ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν:
"Αἰακίδη, πῇ δ οἵδε κυβερνητῆρες ἐάσιν· οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ εἶναι, οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν. τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην, εἰ δὴ μήτ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι πετράων ἔκτοσθε, κατ αὐτόθι δ ἄμμε καλύψει ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας. " Ὧς ἔφατ: Ἀγκαῖος δὲ μάλ ἐσσυμένως ὑπέδεκτο νῆα θοὴν ἄξειν: δὴ γὰρ θεοῦ ἐτράπεθ ὁρμῇ. τὸν δὲ μετ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε ὤρνυντ, ἰθύνειν λελιημένοι. ἀλλ ἄρα τούσγε ἔσχεθον: Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων. Ηᾦοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον ἤματι: δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἀήτο. καρπαλίμως δ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς, ἐκ δ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ ἐπιπρὸ λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες. ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο ἤλυθον, ἔνθ ἐνέπουσι Διὸς Νυσήιον υἱᾶ, Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας, ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν, ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας, ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν. Ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο, ὅς ῥά τ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο ἂψ ἀνιὼν--δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι-- βλήμενος ἰῷ κεῖθεν ἐπ ἀγχιάλου θάνεν ἀκτῆς. οὐ μέν θην προτέρω ἔτ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα τοῖος ἐών, οἱο῀ς πόλεμόνδ ἰέν: ἀμφὶ δὲ καλὴ τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. καί ῥ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον: οἱ δ ἐσιδόντες θάμβησαν: τοὺς δ ὦρσε θεοπροπέων ἐπικέλσαι Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι. οἱ δ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες πείσματ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο, χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων. ἄνδιχα δ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι βωμὸν δειμάμενοι μῆρ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς θῆκε λύρην: ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. Αὐτίκα δ οἵγ ἀνέμοιο κατασπέρχοντος ἔβησαν νῆ ἔπι: κὰδ δ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο ἐς πόδας ἀμφοτέρους: ἡ δ ἐς πέλαγος πεφόρητο ἐντενές, ἠύτε τίς τε δι ἠέρος ὑψόθι κίρκος ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν. καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος, πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη Λητωίς, ἄγρηθεν ὅτ οὐρανὸν εἰσαναβαίνῃ, ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν. νυκτί δ ἔπειτ ἄλληκτον ἐπιπροτέρωσε θέοντες Σήσαμον αἰπεινούς τε παρεξενέοντ Ἐρυθίνους, Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον. ἔνθεν δ αὖτε Κάραμβιν ἅμ ἠελίοιο βολῇσιν γνάμψαντες παρὰ πουλὺν ἔπειτ ἤλαυνον ἐρετμοῖς Αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ ἤματι ϝύκτα. Αὐτίκα δ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην, θυγατέρ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο: νεῦσε δ ὅγ αὐτῇ δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν. ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι ἱέμενον, ποταμόν τ ἐπὶ τοῖς Ἅλυν: οὐδὲ μὲν ἀνδρῶν τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν. ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο υἱε῀ς, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε τῆμος ἔθ, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον: οἵ ῥα τόθ, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν, σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες: οὐδ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ ἐνὶ νηί, Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν. τοῖσι δ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ ἀγχίρροον ῀Ἰριν, ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός: ἤματι δ αὐτῷ γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην. Ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην ἡρ´ως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν ἀμφὶ κασιγνήτης: ὁ δ ἀπήμονα πέμψεν ὀπίσσω. τῆς οἵγ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος, κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν. τῷ δ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα τόσς ἐπὶ γαῖαν ἱήσι παρὲξ ἕθεν ἄνδιχα βάλλων. τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα πεμπάζοι: μία δ οἰή ἐτήτυμος ἔπλετο πηγή. ἡ μέν τ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι. ἔνθεν δ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν ἀντικρύ: τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι: αἰεὶ δ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα ἠπείρου χθαμαλῆς, εἱλίσσεται: ἡ μὲν ἄπωθεν, ἡ δὲ πέλας: πολέες δὲ πόροι νώνυμνοι ἐάσιν, ὅππῃ ὑπεξαφύονται: ὁ δ ἀμφαδὸν ἄμμιγα παύροις Πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην. καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν ὑσμίνην, καὶ δ οὔ κεν ἀναιμωτί γ ἐρίδηναν-- οὐ γὰρ Ἀμαζονίδες μάλ ἐπήτιδες, οὐδὲ θέμιστας τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο: ἀλλ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει: δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε νύμφης, ἥ τ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας, ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα-- εἰ μὴ ἄρ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταο ἤλυθον: οἱ δ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν, ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο. οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλ ἀνὰ γαῖαν κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον: νόσφι μὲν αἵδ αὐταί, τῇσιν τότε κοιρανέεσκεν Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο, νόσφι δ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ ἄλλῳ νυκτί τ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο. Τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη φυταλιὴ καρποῖο μελίφρονος:
οὐδὲ μὲν οἵγε ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν. ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν. Τοὺς δὲ μετ αὐτίκ ἔπειτα Γενηταίου Διὸς ἄκρην γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν. ἔνθ ἐπεὶ ἄρ κε τέκωνται ὑπ ἀνδράσι τέκνα γυναῖκες, αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες, κράατα δησάμενοι: ταὶ δ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται. Ἱρὸν δ αὖτ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, ᾗ ἔνι Μοσσύνοικοι ἀν οὔρεα ναιετάουσιν μόσσυνας, καὶ δ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἐάσιν. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ, ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται: ὅσσα δ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. οὐδ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς φορβάδες, οὐδ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει, σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται, λιμῷ μιν κεῖν ἦμαρ ἐνικλείσαντες ἔχουσιν. Τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν ἠμάτιοι: λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη. ἤδη καί τιν ὕπερθεν Ἀρήιον ἀίσσοντα ἐνναέτην νήσοιο δι ἠέρος ὄρνιν ἴδοντο, ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν ἧκ ἐπί οἱ πτερὸν ὀξύ: τὸ δ ἐν λαιῷ πέσεν ὤμῳ δίου Οἰλῆος: μεθέηκε δὲ χερσὶν ἐρετμὸν βλήμενος: οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες. καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης, ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο λυσάμενος τελαμῶνα κατήορον: ἐκ δ ἐφαάνθη ἄλλος ἐπὶ προτέρῳ πεποτημένος: ἀλλά μιν ἡρ´ως Εὐρυτίδης Κλυτίος--πρὸ γὰρ ἀγκύλα τείνατο τόξα, ἧκε δ ἐπ οἰωνὸν ταχινὸν βέλος--αὐτὰρ ἔπειτα πλῆξεν: δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός. τοῖσιν δ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο: "Νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς: ἴστε καὶ αὐτοὶ τούσδ ὄρνιθας ἰδόντες. ἐγὼ δ οὐκ ἔλπομαι ἰοὺς τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν ἄλλην μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γ ἐπικέλσαι μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν. οὐδὲ γὰρ Ἡρακλέης, ὁπότ ἤλυθεν Ἀρκαδίηνδε, πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης ὤσασθαι τόξοισι, τὸ μέν τ ἐγὼ αὐτὸς ὄπωπα. ἀλλ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων δούπει ἐπὶ σκοπιῆς περιμήκεος: αἱ δ ἐφέβοντο τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι. τῶ καὶ νῦν τοίην τιν ἐπιφραζώμεθα μῆτιν: αὐτὸς δ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας, ἡμίσεες μὲν ἐρέσσετ ἀμοιβαδίς, ἡμίσεες δὲ δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα. αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ ἀυτὴν ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθ ὕπερθεν. εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ ἔπειτα σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον. Ὧς ἄρ ἔφη:
πάντεσσι δ ἐπίρροθος ἥνδανε μῆτις. ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον: τοὶ δ αὖτ ἐγχείῃσι καὶ ἀσπίσι νῆ ἐκάλυψαν. ὡς δ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ, δώματος ἀγλαϊήν τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ, ἄλλῳ δ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν: ὧς οἵγ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν. οἱή δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες, τοίη ἄρ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ ἀυτή. οὐδέ τιν οἰωνῶν ἔτ ἐσέδρακον, ἀλλ ὅτε νήσῳ χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ ἄρ οἵγε μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο. ὡς δ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν ἐκ νεφέων ἀνά τ ἄστυ καὶ οἰκία, τοὶ δ ὑπὸ τοῖσιν ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαϊόντες ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὡρ´η ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον: ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες ὕψι μάλ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης. Τίς γὰρ δὴ Φινῆος ἐήν νόος, ἐνθάδε κέλσαι ἀνδρῶν ἡρώων θεῖον στόλον· ἢ καὶ ἔπειτα ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι· Υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο ἐξ Αἰής ἐνέοντο παρ Αἰήταο Κυταίου, Κολχίδα νῆ ἐπιβάντες, ἵν ἄσπετον ὄλβον ἄρωνται πατρός: ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ. Ζεὺς δ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο: αὐτὰρ ὅγ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ ἐτίνασσεν τυτθὸν ἐπ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν: νυκτὶ δ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα κεκληγὼς πνοιῇσι: κελαινὴ δ οὐρανὸν ἀχλὺς ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετ ἰδέσθαι ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο. οἱ δ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον, υἱῆες Φρίξοιο φέρονθ ὑπὸ κύμασιν αὔτως. ἱστία δ ἐξήρπαξ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν νῆα διάνδιχ ἐάξε τινασσομένην ῥοθίοισιν. ἔνθα δ ὑπ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες δούρατος ὠρέξαντο πελωρίου, οἱά῀ τε πολλὰ ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις. καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο, κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας. αὐτίκα δ ἐρράγη ὄμβρος ἀθέσφατος, ὑε῀ δὲ πόντον καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο. τοὺς δ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ υἱῆας Φρίξοιο μετ ἠιόνας βάλε νήσου νύχθ ὕπο λυγαίην: τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ λῆξεν ἅμ ἠελίω: ͺ τάχα δ ἐγγύθεν ἀντεβόλησαν ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον: "Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν.
πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἀέλλαι νηὸς ἀεικελίης διὰ δούρατα πάντ ἐκέδασσαν, ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες. τούνεκα νῦν ὑμέας γουναζόμεθ, αἴ κε πίθησθε, δοῦναι ὅσον τ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι. ἀλλ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε Ξεινίου Ἱκεσίου τε: Διὸς δ ἄμφω ἱκέται τε καὶ ξεῖνοι: ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται. " Τὸν δ αὖτ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν, μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι: "Ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες. ἀλλ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης ναίετε, καὶ χρέος οἱο῀ν ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει, αὐτῶν θ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην. " Τὸν δ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι: "Αἰολίδην Φρίξον τιν ἀφ Ἑλλάδος Αἰᾶν ἱκέσθαι ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί, Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο, κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν Ἑρμείας: κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε. τὸν μὲν ἔπειτ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο. τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ ὁ μὲν ἤδη γηραιὸς θάνε Φρίξος ἐν Λἰήταο δόμοισιν: ἡμεῖς δ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες νεύμεθ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι, τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις, τῷ δὲ Μέλας: ἐμὲ δ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον. " Ὧς φάτ: ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο, καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ιἤσων ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ ἐπέεσσιν: "Ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες λίσσεσθ εὐμενέοντας ἐπαρκέσσαι κακότητα. Κρηθεὺς γάρ ῥ Ἀθάμας τε κασίγνητοι γεγάασιν. Κρηθῆος δ υἱωνὸς ἐγὼ σὺν τοισίδ ἑταίροις Ἑλλάδος ἐξ αὐτῆς νέομ ἐς πόλιν Αἰήταο. ἀλλὰ τὰ μὲν καὶ ; ; αῦτις ἐνίφομεν ἀλλήλοισιν. νῦν δ ἕσσασθε πάροιθεν: ὑπ ἐννεσίῃσι δ ὀίω ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι. " Ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι. πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος, μῆλ ἱερευσόμενοι: περὶ δ ἐσχάρῃ ἐστήσαντο ἐσσυμένως, ἥ τ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ στιάων: εἴσω δὲ μέλας λίθος ἠρήρειστο ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο. οὐδέ σφιν θέμις ἠε῀ν, ὅτ ἀντιπέρηθεν ἵκοιντο, μήλων τ ἠδὲ βοῶν τῇδ ἐσχάρῃ ἱερὰ καίειν: ἀλλ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι. αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ ἐπάσαντο, δὴ τότ ἄρ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων: "Ζεὺς ἐτεῇ τὰ ἕκαστ ἐπιδέρκεται:
οὐδέ μιν ἄνδρες λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι. ὡς μὲν γὰρ πατέρ ὑμὸν ὑπεξείρυτο φόνοιο μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον: ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ ἐπὶ νηὸς ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ Αἰᾶν, εἶτε μετ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο. τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ δούρατα Πηλιάδος κορυφῆς πέρι: σὺν δέ οἱ Ἄργος τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ ἐκέδασσεν, πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τ ἐνὶ πόντῳ στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν. ἀλλ ἄγεθ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν. " Ἴσκε παρηγορέων: οἱ δ ἔστυγον εἰσαϊόντες. οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δ ἐείπεν Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι: "Ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ ἀρωγῆς σχήσεται, οὐδ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται. ἀλλ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν Αἰήτης: τῶ καὶ περιδείδια ναυτίλλεσθαι. στεῦται δ Ηἐλίου γόνος ἔμμεναι: ἀμφὶ δὲ Κόλχων ἔθνεα ναιετάουσιν ἀπείρονα: καὶ δέ κεν Ἄρει σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι. οὐ μὰν οὐδ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο ῥηίδιον, τοῖός μιν ὄφις περί τ ἀμφί τ ἔρυται ἀθάνατος καὶ ἀύπνος, ὃν αὐτὴ Γαῖ ἀνέφυσεν Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη, ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας, θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον: ἵκετο δ αὔτως οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ ἔτι νῦν περ κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης. " Ὧς ἄρ ἔφη: πολέεσσι δ ἐπὶ χλόος εἷλε παρειὰς αὐτίκα, τοῖον ἀέθλον ὅτ ἔκλυον. αἶψα δὲ Πηλεὺς θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε: "Μηδ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. οὔτε γὰρ ὧδ ἀλκὴν ἐπιδευόμεθ, ὥστε χερείους ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι. ἀλλὰ καὶ ἡμέας οἰώ ἐπισταμένους πολέμοιο κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας. τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει, οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων. " Ὧς οἵγ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο, μέσφ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν. ἦρι δ ἀνεγρομένοισιν ἐυκραὴς ἀέν οὖρος: ἱστία δ ἠείραν, τὰ δ ὑπαὶ ῥιπῆς ἀνέμοιο τείνετο: ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος. Νυκτὶ δ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον:
ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ ἐν Ὀλύμπῳ Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ ἄντρον Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ Ἰδαίοισιν, Ῥείην ἐξαπαφών παρελέξατο: τοὺς δ ἐνὶ λέκτροις τέτμε θεὰ μεσσηγύς: ὁ δ ἐξ εὐνῆς ἀνορούσας ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ: ἡ δ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν ἦλθ, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ, ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ. Κεῖθεν δ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας, Βύζηράς τ ἐπὶ τοἵσιν: ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο. καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου. καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα. τὸν μὲν ἐπ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ νηὸς ὑπερπτάμενον νεφέων σχεδόν: ἀλλὰ καὶ ἔμπης λαίφεα πάντ ἐτίναξε, παραιθύξας πτερύγεσσιν. οὐ γὰρ ὅγ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο, ἶσα δ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς, δηρὸν δ. οὐ μετέπειτα πολύστονον ἀιόν αὐδὴν ἧπαρ ἀνελκομένοιο Προμηθέος: ἔκτυπε δ αἰθὴρ οἰμωγῇ, μέσφ αὖτις ἀπ οὔρεος ἀίσσοντα αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν. ἐννύχιοι δ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο Φᾶσίν τ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντοι Αὐτίκα δ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης ἱστοδόκης στείλαντες ἐκόσμεον: ἐν δὲ καὶ αὐτὸν ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν: ὦκα δ ἐρετμοῖς εἰσέλασαν ποταμοῖο μέγαν ῥόον: αὐτὰρ ὁ πάντῃ καχλάζων ὑπόεικεν. ἔχον δ ἐπ ἀριστερὰ χειρῶν Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἰής, ἔνθεν δ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τ ἄλση τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν. αὐτὸς δ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς Γαίῃ τ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων ἡρώων: γουνοῦτο δ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι. αὐτίκα δ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἐείπεν: "Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα Φάσιδος: ὡρ´η δ ἧμιν ἐνὶ σφίσι μητιάασθαι, εἴτ οὖν μειλιχίῃ πειρησόμεθ Αἰήταο, εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή. Ὧς ἔφατ:
Ἄργου δ αὖτε παρηγορίῃσιν Ιἤσων ὑψόθι νῆ ἐκέλευσεν ἐπ εὐναίῃσιν ἐρύσσαι δάσκιον εἰσελάσαντας ἕλος: τὸ δ ἐπισχεδὸν ἠε῀ν νισσομένων, ἔνθ οἵγε διὰ κνέφας ηὐλίζοντο. ἠὼς δ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기