호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα·? Ἄργεϊ´ οἱ μοῖρ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους, ναίειν δ ἀθανάτοισι συνέστιον, εἴ κ ἔτι παύρους ἐξανύσῃ: τῶ μή τι ποθὴ κείνοιο πελέσθω. αὔτως δ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη ὃν πόσιν, οἱό῀ περ οὕνεκ ἀποπλαγχθέντες ἔλειφθεν. " Ἦ, καὶ κῦμ ἀλίαστον ἐφέσσατο νειόθι δύψας: ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα. γήθησαν δ ἡρ´ωες: ὁ δ ἐσσυμένως ἐβεβήκει Αἰακίδης Τελαμὼν ἐς Ιἤσονα, χεῖρα δὲ χειρὶ ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε: "Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν εἴ τί περ ἀασάμην: πέρι γάρ μ ἄχος εἷλεν ἐνισπεῖν μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλ ἀνέμοισιν δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες. " Τὸν δ αὖτ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν: "Ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ, φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην ἔμμεναι. ἀλλ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω, πρίν περ ἀνιηθείς: ἐπεὶ οὐ περὶ πώεσι μήλων, οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας, ἀλλ ἑτάρου περὶ φωτός. ἐόλπα δέ τοι σὲ καὶ ἄλλῳ ἀμφ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι. " Ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο. τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο Εἰλατίδης Πολύφημος: ὁ δ Εὐρυσθῆος ἀέθλους αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν Μυσίδ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ ἢ ζωοῦ εὑρ´οιεν Ὕλα μόρον, ἠὲ θανόντος. τοῖο δὲ ῥύσι ὄπασσαν ἀποκρίναντες ἀρίστους υἱέας ἐκ δήμοιο, καὶ ὁρ´κια ποιήσαντο, μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο. τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί, κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται Τρηχῖνος. δὴ γάρ ῥα κατ αὐτόθι νάσσατο παῖδας, οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι. Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ λάβρος ἐπιπνείων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기