호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω.? οὐ γὰρ Ὕλας κρήνηνδε κιὼν σόος αὖτις ἱκάνει. ἀλλά ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν, ἢ θῆρες σίνονται: ἐγὼ δ ἰάχοντος ἄκουσα. " Ὧς φάτο: τῷ δ ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρὼς κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα. χωόμενος δ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα. ὡς δ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων οὐδ ἀγέλης ὄθεται, πρήσσει δ ὁδόν, ἄλλοτ ἄπαυστος, ἄλλοτε δ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχέν ἀείρων ἱήσιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ: ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατ ἔπαλλεν συνεχέως, ὁτὲ δ αὖτε μεταλλήγων καμάτοιο τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ. Αὐτίκα δ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ ἠῷος, πνοιαὶ δὲ κατήλυθον: ὦκα δὲ Τῖφυς ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τ ἀνέμοιο. οἱ δ εἴσβαινον ἄφαρ λελιημένοι: ὕψι δὲ νηὸς εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας. κυρτώθη δ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δ ἀπ ἀκτῆς γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην. ἦμος δ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ ἀταρποί, καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ, τῆμος τούσγ ἐνόησαν ἀιδρείῃσι λιπόντες. ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν σφωιτέρων ἑτάρων. ὁ δ ἀμηχανίῃσιν ἀτυχθεὶς οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον Αἰσονίδης: ἀλλ ἧστο βαρείῃ νειόθεν ἄτῃ θυμὸν ἔδων: Τελαμῶνα δ ἕλεν χόλος, ὧδέ τ ἐείπεν: "Ἧς αὔτως εὔκηλος, ἐπεί; ; ύ τοι ἄρμενον ἠε῀ν Ἡρακλῆα λιπεῖν: σέο δ ἔκτοθι μῆτις ὄρωρεν, ὄφρα τὸ κείνου κῦδος ἀν Ἑλλάδα μή σε καλύψῃ, αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον. ἀλλὰ τί μύθων ἦδος· ἐπεὶ καὶ νόσφιν ἑταίρων εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο. " Ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε: τὼ δέ οἱ ὄσσε ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο. καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο λαῖτμα βιησάμενοι ἀνέμου τ ἄλληκτον ἰωήν, εἰ μὴ Θρηικίοιο δύω υἱε῀ς Βορέαο Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν, σχέτλιοι: ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετ ὀπίσσω χερσὶν ὑφ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας Τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν ἀμφ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν, ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν, κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο. καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι. τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη, Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης: ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε ἀείρας νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ νηίου ὁλκαίοιο, καὶ ἰάχεν ἐσσυμένοισιν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기