- 텍스트

Apollodorus, Argonautica, book 1 21:

(아폴로도로스, 아르고나우티카, book 1 21:)

Τόφρα δ Ὕλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλου δίζητο κρήνης ἱερὸν ῥόον, ὥς κέ οἱ ὕδωρ φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάντα ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι.? δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβεν, νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας, δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνεν νηλειῶς, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα. ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ Θειοδάμας ἀνίῃ βεβολημένος: αὐτὰρ ὁ τόνγε βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα. ἱέτο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι λευγαλέην, ἐπεὶ οὔτι δίκης ἀλέγοντες ἔναιον. ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς. αἶψα δ ὅγε κρήνην μετεκίαθεν, ἣν καλέουσιν Πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι νυμφάων ἵσταντο χοροί: μέλε γάρ σφισι πάσαις, ὅσσαι κεῖς ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο, Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς. αἱ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους, αἵγε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο, ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο νύμφη ἐφυδατίη: τὸν δὲ σχεδὸν εἰσενόησεν κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν. πρὸς γάρ οἱ διχόμηνις ἀπ αἰθέρος αὐγάζουσα βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν. αὐτὰρ ὅγ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν λέχρις ἐπιχριμφθείς, περὶ δ ἄσπετον ἔβραχεν ὕδωρ χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ ἥγε λαιὸν μὲν καθύπερθεν ἐπ αὐχένος ἄνθετο πῆχυν κύσσαι ἐπιθύουσα τέρεν στόμα: δεξιτερῇ δὲ ἀγκῶν ἔσπασε χειρί, μέσῃ δ ἐνικάββαλε δίνῃ. Τοῦ δ ἡρ´ως ἰάχοντος ἐπέκλυεν οἰο῀ς ἑταίρων Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου, δέκτο γὰρ Ἡρακλῆα πελώριον, ὁππόθ ἵκοιτο. βῆ δὲ μεταϊ´ξας Πηγέων σχεδόν, ἠύτε τις θὴρ ἄγριος, ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων, λιμῷ δ αἰθόμενος μετανίσσεται, οὐδ ἐπέκυρσεν ποίμνῃσιν: πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες ἔλσαν: ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν: ὧς τότ ἄρ Εἰλατίδης μεγάλ ἔστενεν, ἀμφὶ δὲ χῶρον φοίτα κεκληγώς: μελέη δέ οἱ ἔπλετο φωνή. αἶψα δ ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι, μήπως ἢ θήρεσσιν ἕλωρ πέλοι, ἠέ μιν ἄνδρες μοῦνον ἐόντ ἐλόχησαν, ἄγουσι δὲ ληίδ ἑτοίμην. ἔνθ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆι γυμνὸν ἐπαϊ´σσων παλάμῃ ξίφος: εὖ δέ μιν ἔγνω σπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δ ἄτην ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν:?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION