- 텍스트

Apollodorus, Argonautica, book 1 20:

(아폴로도로스, 아르고나우티카, book 1 20:)

Ἔνθ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν, ὅστις ἀπολλήξειε πανύστατος.? ἀμφὶ γὰρ αἰθὴρ νήνεμος ἐστόρεσεν δίνας, κατὰ δ εὔνασε πόντον. οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ νῆα βίῃ: ; ; δ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι. ἔμπης δ ἐγρομένοιο σάλου ζαχρηεσιν αὔραις, αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται, τειρόμενοι καὶ δὴ μετελώφεον: αὐτὰρ ὁ τούσγε πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν Ἡρακλέης, ἐτίνασσε δ ἀρη; ; ότα δούρατα νηός. ἀλλ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο Ῥυνδακίδας προχοὰς μέγα τ ἠρίον Λἰγαίωνος τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες, δὴ τότ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς μεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δ ἕζετο σιγῇ παπταίνων: χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι. Ἦμος δ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων, αὐτοῦ δ ἐν προμολῇ τετρυμένα γούνατ ἔκαμψεν αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί: τῆμος ἄρ οἵγ ἀφίκοντο Κιανίδος ἤθεα γαίης ἀμφ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο. τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας δειδέχατ, ἐνναέται κείνης χθονός, ἠιά τέ σφιν μῆλά τε δευομένοις μέθυ τ ἄσπετον ἐγγυάλιξαν. ἔνθα δ ἔπειθ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες, στόρνυσθαι: τοὶ δ ἀμφὶ πυρήια δινεύεσκον: οἱ δ οἶνον κρητῆρσι κέρων, πονέοντο τε δαῖτα, Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι. Αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας βῆ ῥ᾿ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι. εὑρ῀εν ἔπειτ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν, ἀλλ οἱο῀ν ταναῆς ἔρνος πέλει αἰγείροιο: τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἠε῀ν ἰδέσθαι. ῥίμφα δ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην αὐτοῖσιν τόξοισιν, ἔδυ δ ἀπὸ δέρμα λέοντος. τὴν δ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν, ἠνορέῃ πίσυνος: ἐν δὲ πλατὺν ὦμον ἔρεισεν εὖ διαβάς: πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης. ὡς δ ὅταν ἀπροφάτως ἱστόν νεός, εὖτε μάλιστα χειμερίη ὀλοοῖο δύσις πέλει Ὠρίωνος, ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξ αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται: ὧς ὅγε τὴν ἠείρεν. ὁμοῦ δ ἀνὰ τόξα καὶ ἰοὺς δέρμα θ ἑλὼν ῥόπαλόν τε παλίσσυτος ὦρτο νέεσθαι.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION