호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἀέλλαι ἤμαθ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι ναυτίλλεσθαι ἔρυκον.? ἐπιπλομένῃ δ ἐνὶ νυκτὶ ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο ὕπνῳ ἀριστῆες πύματον λάχος: αὐτὰρ Ἄκαστος Μόψος τ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο. ἡ δ ἄρ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο πωτᾶτ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα λῆξιν ὀρινομένων ἀνέμων: συνέηκε δὲ Μόψος ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας. καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δ ὕπερθεν νηίου ἀφλάστοιο μετήορος ἀίξασα. τὸν δ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν. κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τ ἐείπεν: "Αἰσονίδη, χρειώ σε τόδ ἱερὸν εἰσανιόντα Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι μητέρα συμπάντων μακάρων: λήξουσι δ ἀέλλαι ζαχρηεῖς: τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται. ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν πᾶσα πεπείρανται νιφόεν θ ἕδος Οὐλύμποιο: καί οἱ, ὅτ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ, Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὧς δὲ καὶ ὧλλοι ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν. " Ὧς φάτο: τῷ δ ἀσπαστὸν ἔπος γένετ εἰσαϊόντι. ὤρνυτο δ ἐξ εὐνῆς κεχαρημένος: ὦρσε δ ἑταίρους πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν. αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην. οἱ δ ἄρα λυσάμενοι Ιἑρῆς ἐκ πείσματα πέτρης ἤρεσαν ἐς λιμένα Θρηίκιον: ἂν δὲ καὶ αὐτοὶ βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες. τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετ ἰδέσθαι: φαίνετο δ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι Μυσίαι: ἐκ δ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης. ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ, πρόχνυ γεράνδρυον: τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο δαίμονος οὐρείης ἱερὸν βρέτας: ἔξεσε δ Ἄργος εὐκόσμως, καὶ δή μιν ἐπ ὀκριόεντι κολωνῷ ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν, αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται. βωμὸν δ αὖ χέραδος παρενήνεον: ἀμφὶ δὲ φύλλοις στεψάμενοι δρυϊ´νοισι θυηπολίης ἐμέλοντο Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, ἐνναέτιν Φρυγίης, Τιτίην θ ἅμα Κύλληνόν τε, οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἐάσιν Δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν. πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας Λἰσονίδης γουνάζετ ἐπιλλείβων ἱεροῖσιν αἰθομένοις: ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο, καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ δύσφημος πλάζοιτο δι ἠέρος, ἣν ἔτι λαοὶ κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται. ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς ἀνταίη δαίμων: τὰ δ ἐοικότα σήματ ἔγεντο. δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης. θῆρες δ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλο θῆκε τέρας: ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν Δίνδυμον: ἀλλά σφιν τότ ἀνέβραχε διψάδος αὔτως ἐκ κορυφῆς ἄλληκτον: Ιἠσονίην δ ἐνέπουσιν κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω. καὶ τότε μὲν δαῖτ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων, μέλποντες Ῥείην πολυπότνιαν: αὐτὰρ ἐς ἠὼ ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기