호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἥρωες δ, ὅτε δή σφιν ἀταρβὴς ἔπλετ ἀέθλος, δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῇς ἀνέμοιο λυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο.? ἡ δ ἔθεεν λαίφεσσι πανήμερος: οὐ μὲν ἰούσης νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρ ἐπέλασσαν αὖτις ἐυξείνοισι Δολίοσιν ἐκ δ ἄρ ἔβησαν αὐτονυχί: Ιἑρὴ δὲ φατίζεται ἥδ ἔτι πέτρη, ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο. οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν ἔμμεναι: οὐδ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας ἡρ´ωας νημερτὲς ἐπήισαν: ἀλλά που ἀνδρῶν Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι. τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἀείραν. σὺν δ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν ὀξείῃ ἴκελοι ῥιπῇ πυρός, ἥ τ ἐνὶ θάμνοις αὐαλέοισι πεσοῦσα κορύσσεται: ἐν δὲ κυδοιμὸς δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ. οὐδ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι. ἀλλά μιν Λἰσονίδης τετραμμένον ἰθὺς ἑοῖο πλῆξεν ἐπαϊ´ξας στῆθος μέσον, ἀμφὶ δὲ δουρὶ ὀστέον ἐρραίσθη: ὁ δ ἐνὶ ψαμάθοισιν έλυσθεὶς μοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτ ἀλύξαι θνητοῖσιν: πάντῃ δὲ περὶ μέγα πέπταται ἑρ´κος. ὧς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης εἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησεν μαρνάμενον κείνοισι: πολεῖς δ ἐπαρηγόνες ἄλλοι ἔκταθεν: Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα ἠδὲ Μεγαβρόντην: Σφόδριν δ ἐνάριξεν Ἄκαστος: Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον. αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα. Ἴδας δ αὖ Προμέα, Κλυτίος δ Υἅκινθον ἔπεφνεν, Τυνδαρίδαι δ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε. Οἰνεϊ´δης δ ἐπὶ τοῖσιν ἕλεν θρασὺν Ἰτυμονῆα ἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν: οὓς ἔτι πάντας ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν. οἱ δ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκους ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι. ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι: αἶψα δ ἀυτῆς πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο. ἠῶθεν δ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν ἀμπλακίην ἄμφω: στυγερὸν δ ἄχος εἷλεν ἰδόντας ἡρ´ωας Μινύας Αἰνήιον υἱᾶ πάροιθεν Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα. ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τ ἀέθλων, ἣ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθ ἔτι νῦν περ ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι. οὐδὲ μὲν οὐδ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο οὗ πόσιος μετόπισθε: κακῷ δ ἐπὶ κύντερον ἄλλο ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο: καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε, πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης. αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν ἀνδράσι τ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν: οὐδὲ γὰρ αὐτῶν ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδ ἐπὶ δηρὸν ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο: ἀλλ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες. ἔνθ ἔτι νῦν, εὖτ ἄν σφιν ἐτήσια χύτλα χέωνται Κύζικον ἐνναίοντες Ιἄονες, ἔμπεδον αἰεὶ πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기