- 텍스트

Apollodorus, Argonautica, book 1 17:

(아폴로도로스, 아르고나우티카, book 1 17:)

Τοὺς δ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην ἔκλυον, οἵτινες εἰε῀ν, ἐυξείνως ἀρέσαντο, καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι, ἔνθ οἵγ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τ ἐμελοντο.? δῶκεν δ αὐτὸς ἄναξ λαρὸν μέθυ δευουένοισιν μῆλά θ ὁμοῦ: δὴ γάρ οἱ ἐήν φάτις, εὖτ ἂν ἵκωνται ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι. ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἰούλοι, οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο: ἀλλ ἔτι οἱ κατὰ δώματ ἀκήρατος ἠε῀ν ἄκοιτις ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα, Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν. ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης τοῖς μέτα δαῖτ ἀλέγυνε, βάλεν δ ἀπὸ δείματα θυμοῦ. ἀλλήλους δ ἐρέεινον ἀμοιβαδίς: ἤτοι ὁ μέν σφεων πεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τ ἐφετμάς: οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα εὐρείης πεύθοντο Προποντίδος: οὐ μὲν ἐπιπρὸ ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι. ἠοῖ δ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα καὶ αὐτοὶ θηήσαιντο πόρους κείνης ἁλός: ἐκ δ ἄρα τοίγε νῆα Χυτοῦ λιμένος προτέρω ἐξήλασαν ὁρ´μον: ἥδε δ Ιἠσονίη πέφαται ὁδός, ἥνπερ ἔβησαν. Γηγενέες δ ἑτέρωθεν ἀπ οὔρεος ἀίξαντες φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρῃς πόντιον, οἱά῀ τε θῆρα λοχώμενοι ἔνδον ἐόντα. ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν Ἡρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας τόξον ἐπασσυτέρους πέλασε χθονί: τοὶ δὲ καὶ αὐτοὶ πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον. δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι. σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες, πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο Γηγενέων ἡρ´ωες ἀρήιοι, ἠμὲν ὀιστοῖς ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν. ὡς δ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν, ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους: ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δ ὕπερθεν χέρσῳ τεινάμενοι: τοὶ δ ἔμπαλιν, αἰγιαλοῖο κράατα μὲν ψαμάθοισι, πόδας δ εἰς βένθος ἔρειδον, ἄμφω ἅμ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION