호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἱο῀ν ἐτύχθη ἀνδράσιν:? αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν "Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις. εἶμι δ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτ ἂν ἕκαστα ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω σοίγ αὐτῇ καὶ νῆσος: ἔγωγε μὲν οὐκ ἀθερίζων χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἀέθλοι. " Ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν: αἶψα δ ὀπίσσω βῆ ῥ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων ἐξέμολεν. μετέπειτα δ ἐυτροχάλοισιν ἀμάξαις ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι, μῦθον ὅτ ἤδη πάντα διηνεκέως ἀγόρευσεν, τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια: καὶ δ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματ ἄγεσκον ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος. Ἔνθ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο Αἰσονίδης: οἱ δ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος, Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι. αὐτίκα δ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει καπνῷ κνισήεντι περίπλεον: ἔξοχα δ ἄλλων ἀθανάτων Ἥρης υἱᾶ κλυτὸν ἠδὲ καὶ αὐτὴν Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. ἀμβολίη δ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἠε῀ν ναυτιλίης: δηρὸν δ ἂν ἐλίνυον αὖθι μένοντες, εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν: "Δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ ἀποέργει ἡμέας· ἠε῀ γάμων ἐπιδευέες ἐνθάδ ἔβημεν κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας· αὖθι δ ἑάδεν ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι· οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν ἐσσόμεθ ὧδ ἐπὶ δηρὸν ἐελμένοι: οὐδέ τι κῶας αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν. ἰόμεν αὖτις ἕκαστοι ἐπὶ σφέα: τὸν δ ἐνὶ λέκτροις Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται. " Ὧς νείκεσσεν ὅμιλον: ἐναντία δ οὔ νύ τις ἔτλη ὄμματ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι: ἀλλ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτ ἐδάησαν. ὡς δ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον καρπὸν ἀμέργουσιν πεποτημέναι: ὧς ἄρα ταίγε ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο, χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον, εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기