호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός:? ἀμφὶ δὲ βουσὶν Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος: οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγ ἐθέλοντες ἀμέρσαι, ληισταὶ Τάφιοι: τῶν δ αἵματι δεύετο λειμὼν ἑρσήεις, πολέες δ ὀλίγους βιόωντο νομῆας. Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια: τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαϊ´ξαι. Ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο, βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥ ἔτεκέν γε δῖ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα. Ἐν καὶ Φρίξος ἐήν Μινυήιος ὡς ἐτεόν περ εἰσαϊών κριοῦ, ὁ δ ἄρ ἐξενέποντι ἐοικώς. κείνους κ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν, ἐλπόμενος πυκινήν τιν ἀπὸ σφείων ἐσακοῦσαι βάξιν, ὃ καὶ δηρόν περ ἐπ ἐλπίδι θηήσαιο. Τοῖ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἠε῀ν Ἀθήνης. δεξιτερῇ δ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥ Ἀταλάντη Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν, πρόφρων ἀντομένη: περὶ γὰρ μενέαινεν ἕπεσθαι τὴν ὁδόν: ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην, δεῖσεν δ ἀργαλέας ἔριδας φιλότητος ἕκητι. Βῆ δ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος, ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα, καί σφισι κυανέοιο δι ἠέρος ὄμματα θέλγει καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο παρθένος ἱμείρουσα μετ ἀλλοδαποῖσιν ἐόντος ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες: τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἠιέν ἡρ´ως. καί ῥ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν, δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες, γηθόσυναι ξείνῳ: ὁ δ ἐπὶ χθονὸς ὄμματ ἐρείσας νίσσετ ἀπηλεγέως, ὄφρ ἀγλαὰ δώμαθ ἵκανεν Ὑψιπύλης: ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν. ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα ἀντία δεσποίνης: ἡ δ ἐγκλιδὸν ὄσσε βαλοῦσα παρθενικὰς ἐρύθηνε παρηίδας: ἔμπα δὲ τόνγε αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν: "Ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων ἧσθ αὔτως· ἐπεὶ οὐ μὲν ὑπ ἀνδράσι ναίεται ἄστυ, ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν ἐξερέω νημερτές, ἵν εὖ γνοίητε καὶ αὐτοί. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν, τηνίκα Θρηικίην, οἵ τ ἀντία ναιετάουσιν, δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους ἐκ νηῶν, αὐτῇσι δ ἀπείρονα ληίδα κούραις δεῦρ ἄγον: οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων, ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας: αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον, σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτ αὖτις ὀψὲ μεταστρέψωσι νόον: τὸ δὲ διπλόον αἰεὶ πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα γνήσι ἐνὶ μεγάροις, σκοτίη δ ἀνέτελλε γενέθλη. αὔτως δ ἀδμῆτές τε κόραι, χῆραί τ ἐπὶ τῇσιν μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός, εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου: οὐδ ἀπὸ μητρὸς λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον: οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ. ἀλλ οἰαῖ κοῦραι ληίτιδες ἔν τε δόμοισιν ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο: εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος, ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις δέχθαι, ἵν ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο. οἱ δ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθ ἔτι νῦν περ Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν. τῶ ὑμεῖς στρωφᾶσθ ἐπιδήμιοι: εἰ δέ κεν αὖθι ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τ ἂν ἔπειτα πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας: οὐδέ τί ς οἰώ γαῖαν ὀνόσσεσθαι: περὶ γὰρ βαθυλήιος ἄλλων νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν. ἀλλ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες μύθους ἡμετέρους, μηδ ἔκτοθι μίμνε πόληος.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기