호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧς ἔφατ:? ἐν δ ἀγορὴ πλῆτο θρόου. εὐάδε γάρ σφιν μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα: "Εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή, ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι. " ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν: "Ὄρσο μοι, Ἰφινόη, τοῦδ ἀνέρος ἀντιόωσα, ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει, ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω: καὶ δ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ ἐθέλωσιν, κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας. " Ἦ, καὶ ἔλυς ἀγορήν, μετὰ δ εἰς ἑὸν ὦρτο νέεσθαι. ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθ: οἱ δ ἐρέεινον, χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας: "Κούρη τοί μ ἐφέηκε Θοαντιὰς ἐνθάδ ἰοῦσαν, Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν, ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ: καὶ δ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ ἐθέλητε, κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας. " Ὧς ἄρ ἔφη: πάντεσσι δ ἐναίσιμος ἥνδανε μῦθος. Υψιπύλην δ εἴσαντο καταφθιμένοιο Θόαντος τηλυγέτην γεγαυῖαν ἀνασσέμεν: ὦκα δὲ τόνγε πέμπον ἴμεν, καὶ δ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. Αὐτὰρ ὅγ ἀμφ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον, δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσς ἐτέτυκτο, ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν: ἐν δ ἄρ ἑκάστῳ τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο. Ἐν μὲν ἔσαν Κύκλωπες ἐπ ἀφθίτῳ ἥμενοι ἔργῳ, Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι: ὃς τόσον ἤδη παμφαίνων ἐτέτυκτο, μιῆς δ ἔτι δεύετο μοῦνον ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν. Ἐν δ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ, Ἀμφίων καὶ Ζῆθος: ἀπύργωτος δ ἔτι Θήβη κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς: Ἀμφίων δ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων ἠιέ, δὶς τόσση δὲ μετ ἴχνια νίσσετο πέτρη Ἑξείης δ ἤσκητο βαθυπλόκαμος Κυθέρεια Ἄρεος ὀχμάζουσα θοὸν σάκος: ἐκ δέ οἱ ὤμου πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος νέρθεν ὑπὲκ μαζοῖο: τὸ δ ἀντίον ἀτρεκὲς αὔτως χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετ ἰδέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기