- 텍스트

Apollodorus, Argonautica, book 1 12:

(아폴로도로스, 아르고나우티카, book 1 12:)

Τείως δ αὖτ ἐκ νηὸς ἀριστῆες προέηκαν Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο, σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων ἄφθιτον:? οὐδ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη: ἀλλ ἥγ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται, ἄλλοθ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτ ἐς αὐγὰς ἠελίου ζωοῖσι μετ ἀνδράσιν. ἀλλὰ τί μύθους Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν· ὅς ῥα τόθ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας ἤματος ἀνομένοιο διὰ κνέφας: οὐδὲ μὲν ἠοῖ πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι εἰς ἀγορήν: αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια. καί ῥ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο, αὐτίκ ἄρ ἥγ ἐνὶ τῇσιν ἐποτρύνους ἀγόρευεν: "Ὦφιλαι, εἰ δ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν ἀνδράσιν, οἱά῀ τ ἐοίκεν ἄγειν ἐπὶ νηὸς ἔχοντας, ἠιά, καὶ μέθυ λαρόν, ἵν ἔμπεδον ἔκτοθι πύργων μίμνοιεν, μηδ ἄμμε κατὰ χρειὼ μεθέποντες ἀτρεκέως γνώωσι, κακὴ δ ἐπὶ πολλὸν ἵκηται βάξις: ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν θυμηδὲς καὶ τοῖσι τόγ ἔσσεται, εἴ κε δαεῖεν. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις: ὑμέων δ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη, ἐγρέσθω: τοῦ γάρ τε καὶ εἵνεκα δεῦρ ἐκάλεσσα. " Ὧς ἄρ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο λάινον: αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ, γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν, βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαιν ἀγορεῦσαι. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις. στῆ δ ἄρ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δ ἔσχεθε δειρὴν ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τ ἐείπεν: "Δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ, πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι. ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο, αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος δυσμενέων, ἅ τε πολλὰ μετ ἀνθρώποισι πέλονται· ὡς καὶ νῦν ὅδ ὅμιλος ἀνωίστως ἐφικάνει. εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δ ὀπίσσω μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει, εὖτ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες, κουρότεραι δ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε. πῶς τῆμος βώσεσθε δυσάμμοροι· ἠε῀ βαθείαις αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον, καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται· ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν Κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστ ἀλεωρή, εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION