- 텍스트

Apollodorus, Argonautica, book 1 11:

(아폴로도로스, 아르고나우티카, book 1 11:)

Αὐτίκα δ ἠερίη πολυλήιος αἰᾶ Πελασγῶν δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας αἰὲν ἐπιπροθέοντες:? ἔδυνε δὲ Σηπιὰς ἄκρη, φαίνετο δ εἰναλίη Σκίαθος, φαίνοντο δ ἄπωθεν Πειρεσιαὶ Μάγνησά θ ὑπεύδιος ἠπείροιο ἀκτὴ καὶ τύμβος Δολοπήιος: ἔνθ ἄρα τοίγε ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν, καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι: διπλόα δ ἀκταῖς ἤματ ἐλινύεσκον: ἀτὰρ τριτάτῳ προέηκαν νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος. τὴν δ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν. Ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν. [ἀκτήν τ αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες. ] ἠῶθεν δ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες πόντῳ κεκλιμένην παρεμέτρεον: οὐδ ἔτι δηρὸν μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα. κεῖθεν δ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας Ὄσσης Οὐλύμποιό τ ἐσέδρακον: αὐτὰρ ἔπειτα κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην, ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες. ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνη Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν, ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι, ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης. τοῖσιν δ αὐτῆμαρ μὲν ἀέν καὶ ἐπι κνέφας οὖρος πάγχυ μάλ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός. αὐτὰρ ἅμ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος εἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο. Ἔνθ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας ἀνέρες ἐχθήραντες, ἔχον δ ἐπὶ ληιάδεσσιν τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν Θρηικίην δῃοῦντες: ἐπεὶ χόλος αἰνὸς ὄπαζεν Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. ὦ μέλεαι, ζήλοιό τ ἐπισμυγερῶς ἀκόρητοι. οὐκ οἰο῀ν σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας ἀμφ εὐνῇ, πᾶν δ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. οἰή δ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν: λάρνακι δ ἐν κοίλῃ μιν ὕπερθ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα. τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων, οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἰάσιν. τῶ καὶ ὅτ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ, αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο, Θυιάσιν ὠμοβόροις ἴκελαι: φὰν γάρ που ἱκάνειν Θρήικας: ἡ δ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια δῦν ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δ ἐχέοντο ἄφθογγοι: τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION