호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ.? τοὶ δ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα πάντες ὁμῶς ὀρθοῖσιν ἐπ οὐάσιν ἠρεμέοντες κηληθμῷ: τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς. οὐδ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς, ἣ θέμις, ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντο αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο. Αὐτὰρ ὅτ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ηὢς Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ ἀνέμοιο εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι, δὴ τότ ἀνέγρετο Τῖφυς: ἄφαρ δ ὀρόθυνεν ἑταίρους βαινέμεναί τ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά. σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ Πηλιὰς ἰάχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι. ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδωνίδος ἡρ´μοσε φηγοῦ. οἱ δ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν, ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ, εὐκόσμως σφετέροισι παρ ἔντεσιν ἑδριόωντο. μέσσῳ δ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος ἵζανον: ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθεν ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. : εἵλκετο δ ἤδη πείσματα, καὶ μέθυ λεῖβον ὕπερθ ἁλός. αὐτὰρ Ιἤσων δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ ἔνεικεν. οἱ δ, ὥστ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ ᾔ που ἐν Ὀρτυγίῃ, ἢ ἐφ ὕδασιν Ἰσμηνοῖο στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν: ὧς οἱ ὑπ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο: ἀφρῷ δ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν. στράπτε δ ὑπ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης τεύχεα: μακραὶ δ αἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο. πάντες δ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ ἄριστοι πόντον ἐπιπλώεσκον: ἐπ ἀκροτάτῃσι δὲ νύμφαι Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι ἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺς ἡρ´ωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά. αὐτὰρ ὅγ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης Χείρων Φιλλυρίδης, πολιῇ δ ἐπὶ κύματος ἀγῇ τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων, νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν. σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα Πηλεϊ´δην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί. Οἱ δ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν φραδμοσύνῃ μήτι τε δαϊ´φρονος Ἁγνιάδαο Τίφυος, ὅς ῥ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως πηδάλι ἀμφιέπεσκ, ὄφρ ἔμπεδον ἐξιθύνοι, δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ, δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν, κὰδ δ αὐτοῦ λίνα χεῦαν, ἐπ ἠλακάτην ἐρύσαντες. ἐν δὲ λιγὺς πέσεν οὖρος: ἐπ ἰκριόφιν δὲ κάλωας ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην. τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν ῥυομένη καὶ γαῖαν Ιὠλκίδα: τοὶ δὲ βαθείης ἰχθύες ἀίσσοντες ὕπερθ ἁλός, ἄμμιγα παύροις ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο. ὡς δ ὁπότ ἀγραύλοιο κατ ἴχνια σημαντῆρος μυρία μῆλ ἐφέπονται ἄδην κεκορημένα ποίης εἰς αὖλιν, ὁ δέ τ εἶσι πάρος σύριγ γι λιγείῃ καλὰ μελιζόμενος νόμιον μέλος, ὧς ἄρα τοίγε ὡμάρτευν: τὴν δ αἰὲν ἐπασσύτερος φέρεν οὖρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기