- 텍스트

Apollodorus, Argonautica, book 1 9:

(아폴로도로스, 아르고나우티카, book 1 9:)

Ὧς ἄρ ἔφη:? κοῦροι δὲ θεοπροπίης ἀίοντες νόστῳ μὲν γήθησαν, ἄχος δ ἕλεν Ἴδμονος αἴσῃ. ἦμος δ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ, αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι, δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο, τῆμος ἄρ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο κέκλινθ ἑξείης: παρὰ δέ σφισι μυρί ἔκειτο εἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν οἰνοχόων: μετέπειτα δ ἀμοιβαδὶς ἀλλήλοισιν μυθεῦνθ, οἱά῀ τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ τερπνῶς ἑψιόωνται, ὅτ ἀάτος ὕβρις ἀπείη. ἔνθ αὖτ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς. τὸν δ ἄρ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας: "Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις· αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἠέ῀ σε δαμνᾷ τάρβος ἐπιπλόμενον, τό τ ἀνάλκιδας ἄνδρας ἀτύζει· ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μ ὀφέλλει Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα λοίγιον ἔσσεσθαι, μηδ ἀκράαντον ἀέθλον Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο. τοῖόν μ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις. " Ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν πῖνε χαλίκρητον λαρὸν μέθυ: δεύετο δ οἴνῳ χείλεα, κυάνεαί τε γενειάδες: οἱ δ ὁμάδησαν πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν: "Δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ. ἠέ῀ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ οἰδάνει ἐν στήθεσσι, θεοὺς δ ἀνέηκεν ἀτίζειν· ἄλλοι μῦθοι ἐάσι παρήγοροι, οἷσί περ ἀνὴρ θαρσύνοι ἕταρον: σὺ δ ἀτάσθαλα πάμπαν ἐείπας, τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν υἱᾶς Ἀλωιάδας, οἷς οὐδ ὅσον ἰσοφαρίζεις ἠνορέην: ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς ἄμφω Λητοϊ´δαο, καὶ ἴφθιμοί περ ἐόντες. " Ὧς ἔφατ: ἐκ δ ἐγέλασσεν ἄδήν Ἀφαρήιος Ἴδας καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν: "Ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες, εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον, οἱο῀ν Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν. φράζεο δ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο, χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης. " Χώετ ἐνιπτάζων: προτέρω δέ κε νεῖκος ἐτύχθη, εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι αὐτός τ Αἰσονίδης κατερήτυεν: ἂν δὲ καὶ Ὀρφεὺς λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. Ηεἴδεν δ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα, τὸ πρὶν ἐπ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ, νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα: ἠδ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι: οὔρεά θ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντ ἐγένοντο. ἠείδεν δ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο: ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς, ἡ δὲ Ῥέῃ, ἔπεσον δ ἐνὶ κύμασιν Ὠκεανοῖο: οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς, Δικταῖον ναίεσκεν ὑπὸ σπέος: οἱ δέ μιν οὔπω γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ, βροντῇ τε στεροπῇ τε: τὰ γὰρ Διὶ κῦδος ὀπάζει.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION