호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν, κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο, ἄνδρ ἐντυναμένω δοιὼ μίαν:? ἐκ δ ἄρα μέσσην ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν. τοῖς μέσσην οἰοίσιν ἀπὸ κληῖδα λίποντο αὔτως, οὔτι πάλῳ: ἐπὶ δ ἔτρεπον αἰνήσαντες Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι. Ἔνθεν δ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες νήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος, Ἀκτίου Ἐμβασίοιό τ ἐπώνυμον: ὦκα δέ τοίγε φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης. τείως δ αὖτ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δ ἐρύσαντο κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δ ἄρ ἔπειτα χέρνιβά τ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ιἤσων εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα: "Κλῦθι ἄναξ, Παγασάς τε πόλιν τ Αἰσωνίδα ναίων, ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθ ὁδοῖο σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων: αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δ ἂν ὀπίσσω τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν: ἄλλα δὲ Πυθοῖ, ἄλλα δ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω. νῦν δ ἴθι, καὶ τήνδ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν, ἥν τοι τῆσδ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς πρωτίστην: λύσαιμι δ, ἄναξ, ἐπ ἀπήμονι μοίρῃ πείσματα σὴν διὰ μῆτιν: ἐπιπνεύσειε δ ἀήτης μείλιχος, ᾧ κ ἐπὶ πόντον ἐλευσόμεθ εὐδιόωντες. " Ἦ, καὶ ἅμ εὐχωλῇ προχύτας βάλε. τὼ δ ἐπὶ βουσὶν ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε. ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα πλῆξεν, ὁ δ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ: Ἀγκαῖος δ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας: ἤριπε δ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν. τοὺς δ ἔταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας, κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρ ἐτάμοντο, κὰδ δ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ καῖον ἐπὶ σχίζῃσιν: ὁ δ ἀκρήτους χέε λοιβὰς Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν: αἶψα δ ἀπηλεγέως νόον ἔκφατο Λητοϊ´δαο: "Ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι ἐνθάδε κῶας ἄγοντας: ἀπειρέσιοι δ ἐνὶ μέσσῳ κεῖσέ τε δεῦρό τ ἐάσιν ἀνερχομένοισιν ἀέθλοι. αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ τηλόθι που πέπρωται ἐπ Ἀσίδος ἠπείροιο. ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρ ἐπιβαίην νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기