호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπ ἀγυιάς, ἀκτὴν δ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι δειδέχατ, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.? στῆ δ ἄρ ἐπὶ προμολῇς: οἱ δ ἀντίοι ἠγερέθοντο. ἐς δ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ ἐσιδόντες πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας. δέρμα δ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ ὤμους Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν: αὐτὰρ ὁ καλὴν δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια. ἀλλ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα ἔσχετο: τοὺς δ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν. αὐτοῦ δ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο. τοῖσιν δ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν: "Ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἐοίκεν --πάντα γὰρ εὖ κατὰ κόσμον--ἐπαρτέα κεῖται ἰοῦσιν. τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται. ἀλλά, φίλοι,--ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω, ξυναὶ δ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι-- τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι. " Ὧς φάτο: πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα ἥμενον ἐν μέσσοισι: μιῇ δέ ἑ πάντες ἀυτῇ σημαίνειν ἐπέτελλον: ὁ δ αὐτόθεν, ἔνθα περ ἧστο, δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε: "Μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε πείσομαι: ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο. " Ἦ ῥα μέγα φρονέων, ἐπὶ δ ᾔνεον, ὡς ἐκέλευεν Ἡρακλέης: ἀνὰ δ αὐτὸς ἀρήιος ὤρνυτ Ιἤσων γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν: "Εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι, μηκέτ ἔπειθ, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα. νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν δαῖτ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ ἰώσιν δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι, τόφρα κε νῆ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά. τείως δ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι. " Η ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ᾿: οἱ δ ἐπανέσταν πειθόμενοι: ἀπὸ δ εἵματ ἐπήτριμα νηήσαντο λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη. νῆα δ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ τεινάμενοι ἑκάτερθεν, ἵν εὖ ἀραροίατο γόμφοις δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν. σκάπτον δ αἶψα κατ εὖρος ὅσον περιβάλλετο χῶρον, ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν. αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον στείρης, ἐν δ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας: τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν, ὥς κεν ὀλισθαίνουσα δι αὐτάων φορέοιτο. ὕψι δ ἄρ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν. τῶν δ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν, στέρνα θ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ ἄρα Τῖφυς βήσαθ, ἵν ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι: κεκλόμενος δ ἠύσε μάλα μέγα: τοὶ δὲ παρᾶσσον ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ νειόθεν ἐξ ἕδρης, ἐπὶ δ ἐρρώσαντο πόδεσσιν προπροβιαζόμενοι: ἡ δ ἕσπετο Πηλιὰς Ἀργὼ ῥίμφα μάλ: οἱ δ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες. αἱ δ ἄρ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες τριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς βριθοσύνῃ, κατόλισθε δ ἔσω ἁλός: οἱ δέ μιν αὖθι ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν. σκαλμοῖς δ ἀμφὶς ἐρετμὰ κατήρτυον: ἐν δέ οἱ ἱστὸν λαίφεά τ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기