호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἱ μὲν ἄρ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων.? ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τ ἀγέροντο: μήτηρ δ ἀμφ αὐτὸν βεβολημένη. ὀξὺ δ ἑκάστην δῦνεν ἄχος: σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας θαρσύνων, δμώεσσι δ ἀρήια τεύχε ἀείρειν πέφραδεν: οἱ δέ τε σῖγα κατηφέες ἠείροντο. μήτηρ δ ὡς τὰ πρῶτ ἐπεχεύατο πήχεε παιδί, ὧς ἔχετο κλαίους ἀδινώτερον, ἠύτε κούρη οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα μύρεται, ᾗ οὐκ εἰσὶν ἔτ ἄλλοι κηδεμονῆες, ἀλλ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει: καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν, τῇ δέ τ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ, οὐδ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ: ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδ ἀγκὰς ἔχουσα Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν: "Αἴθ ὄφελον κεῖν ἦμαρ, ὅτ ἐξειπόντος ἄκουσα δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν, αὐτίκ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι, ὄφρ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν, τέκνον ἐμόν: τὸ γὰρ οἰο῀ν ἐήν ἔτι λοιπὸν ἐέλδωρ ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω. νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν, σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν ἀγλαϊήν καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο. ᾤ μοι ἐμῆς ἄτης: τὸ μὲν οὐδ ὅσον, οὐδ ἐν ὀνείρῳ ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ ἀλύξας. " Ὧς ἥγε στενάχουσα κινύρετο: ταὶ δὲ γυναῖκες ἀμφίπολοι γοάασκον ἐπισταδόν: αὐτὰρ ὁ τήνγε μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν: "Μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος δάκρυσιν, ἀλλ ἔτι κεν καὶ ἐπ ἄλγεσιν ἄλγος ἄροιο. πήματα γάρ τ ἀίδηλα θεοὶ θνητοῖσι ϝέμουσιν, τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης τλῆθι φέρειν: θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης, ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος ἔχρη, ἀτὰρ μετέπειτά γ ἀριστήων ἐπαρωγῇ. ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ ἀμφιπόλοισιν ἕκηλος μίμνε δόμοις, μηδ ὄρνις ἀεικελίη πέλε νηί: κεῖσε δ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι. " Ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι. οἱο῀ς δ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων Δῆλον ἀν ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ, ἢ Αυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν, τοῖος ἀνὰ πληθὺν δήμου κίεν: ὦρτο δ ἀυτὴ κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα, καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου: ἀλλ ἡ μὲν λίπετ αὖθι παρακλιδόν, οἱᾶ γεραιὴ ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기