호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐκ δ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο Ναυβόλου ἐκγεγαώς:? ξεῖνος δέ οἱ ἔσκε πάροιθεν, ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων ναυτιλίης: τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. Ζήτης αὖ Κάλαϊ´ς τε Βορήιοι υἱε῀ς ἵκοντο, οὕς ποτ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια ἐσχατιῇ Θρῄκης δυσχειμέρου: ἔνθ ἄρα τήνγε Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν. καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο, λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας. τὼ μὲν ἐπ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι, χρυσείαις φολίδεσσι διαυγέας: ἀμφὶ δὲ νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι. Οὐδὲ μὲν οὐδ αὐτοῖο πάις μενέαινεν Ἄκαστος ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης: ἀλλ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. Τόσσοι ἄρ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο. τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ αἵματος εὐχετόωντο ἔμμεναι: ὧς δὲ καὶ αὐτὸν Ιἤσονα γείνατο μήτηρ Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα. Αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντ ἐτέτυκτο, ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες, εὖτ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι, δὴ τότ ἴσαν μετὰ νῆα δι ἄστεος, ἔνθα περ ἀκταὶ κλείονται Παγασαὶ Μαγνήτιδες: ἀμφὶ δὲ λαῶν πληθὺς σπερχομένων ἄμυδις θέεν: οἱ δὲ φαεινοὶ ἀστέρες ὣς νεφέεσσι μετέπρεπον: ὧδε δ ἕκαστος ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας: "Ζεῦ ἄνα, τίς Πελίαο νόος· πόθι τόσσον ὅμιλον ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει· αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. ἀλλ οὐ φυκτὰ κέλευθα, πόνος δ ἄπρηκτος ἰοῦσιν. " Ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν: αἱ δὲ γυναῖκες πολλὰ μάλ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἀείρον, εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι. ἄλλη δ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα: "Δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀφέ περ ἔμπης ἤλυθεν, οὐδ ἐτέλεσσας ἐπ ἀγλαϊῄ βιότοιο. Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἠε῀ν βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων. ὡς ὄφελεν καὶ Φρίξον, ὅτ ὤλετο παρθένος Ἕλλη, κῦμα μέλαν κριῷ ἅμ ἐπικλύσαι: ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기