호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι, πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο Νηλῆος θείοιο:? Ποσειδάων δέ οἱ ἀλκὴν δῶκεν ἀπειρεσίην ἠδ ὅττι κεν ἀρήσαιτο μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο. Καὶ μὴν Ἀμφιδάμας Κηφεύς τ ἴσαν Ἀρκαδίηθεν, οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον, υἱε῀ δύω Ἀλεοῦ: τρίτατός γε μὲν ἕσπετ ἰοῦσιν Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν, τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλ ὁ μὲν ἤδη γηράσκοντ Ἀλεὸν λίπετ ἂμ πόλιν ὄφρα κομίζοι, παῖδα δ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν. βῆ δ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ, αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. Βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ηἐλίοιο ἔμμεναι: Ἠλείοισι δ ὅγ ἀνδράσιν ἐμβασίλευεν, ὄλβῳ κυδιόων: μέγα δ ἱέτο Κολχίδα γαῖαν αὐτόν; ; τ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἱε῀ς Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης πατροπάτωρ ἐπόλισσεν ἐπ ὀφρύσιν Αἰγιαλοῖο. Ταίναρον αὖτ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν, τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη. κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλ ὅσον ἄκροις ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. Καὶ δ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο: ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο νοσφισθεὶς Ἐργῖνος, ὁ δ Ἰμβρασίης ἕδος Ἥρης, Παρθενίην, Ἀγκαῖος ὑπέρβιος: ἴστορε δ ἄμφω ἠμὲν ναυτιλίης ἠδ ἄρεος εὐχετόωντο. Οἰνεϊ´δης δ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε, Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε μητέρος: ἀλλά ἑ θῆσσα γυνὴ τέκε: τὸν μὲν ἄρ Οἰνεὺς ἤδη γηραλέον κοσμήτορα παιδὸς ἰάλλεν: ὧδ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον ἡρώων. τοῦ δ οὔτιν ὑπέρτερον ἄλλον ὀίω, νόσφιν γ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κ ἔτι μοῦνον αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι, εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι, Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι. Σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο, Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο: τούνεκ ἐήν πόδα σιφλός: ἀτὰρ δέμας οὔ κέ τις ἔτλη ἠνορέην τ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἠε῀ν πᾶσιν ἀριστήεσσιν, Ιἤσονι κῦδος ἀέξων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기