호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τῖφυς δ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι κῦμ ἁλὸς εὐρείης, ἐσθλὸς δ ἀνέμοιο θυέλλας καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι.? αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον ὦρσεν Ἀθηναίη, μετὰ δ ἤλυθεν ἐλδομένοισιν. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε: σὺν δέ οἱ Ἄργος τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν, ὅσσαι ὑπ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. Φλίας δ αὖτ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν, ἔνθ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι, πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἱε῀ Βίαντος, ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ Νηληίς: τῆς δ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. Οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος πευθόμεθ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. ἀλλ ἐπεὶ ἀιέ βάξιν ἀγειρομένων ἡρώων, νεῖον ἀπ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥ ἐνὶ βήσσῃς φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος, τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων: αὐτὸς δ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος ὡρμήθη: σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων, πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο. Τῷ δ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη, Ναύπλιος. ἦ γὰρ ἐήν Κλυτονήου Ναυβολίδαο: Ναύβολος αὖ Λέρνου: Λέρνον γε μὲν ἴδμεν ἐόντα Προίτου Ναυπλιάδαο: Ποσειδάωνι δὲ κούρη. πρίν ποτ Ἀμυμώνη Δαναϊ`ς τέκεν εὐνηθεῖσα Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. Ἴδμων δ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν ἠιέ, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο. οὐ μὲν ὅγ ἠε῀ν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν Λητοϊ´δης: αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν οἰωνούς τ ἀλέγειν ἠδ ἔμπυρα σήματ ἰδέσθαι. Καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη Κάστορά τ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων Σπάρτηθεν: τοὺς δ ἥγε δόμοις ἔνι Τυνδαρέοιο τηλυγέτους ὠδῖνι μιῇ τέκεν: οὐδ ἀπίθησεν νισσομένοις: Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων. Οἵ τ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ ἀμφότεροι: Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기