호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐδ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων, τοῖσι δ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν Αἰθαλίδης:? καὶ τὸν μὲν ἐπ Ἀμφρυσσοῖο ῥοῇσιν Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια: τὼ δ αὖτ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. Ἤλυθε δ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος Καινεϊ´δης, ἐσθλὸς μέν, ἑοῦ δ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἰο῀ς ἀπ ἄλλων ἤλας ἀριστήων: οἱ δ ἔμπαλιν ὁρμηθέντες οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαϊ´ξαι: ἀλλ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης, θεινόμενος στιβαρῇσι καταϊ´γδην ἐλάτῃσιν. Ἤλυθε δ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων Λητοϊ´δης ἐδίδαξε θεοπροπίας οἰωνῶν: ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις: ἄγχι δὲ λίμνης Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. Καὶ μὴν Ἄκτωρ υἱᾶ Μενοίτιον ἐξ Ὀπόεντος ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. Εἵπετο δ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης, υἱε῀ς ὁ μὲν Τελέοντος, ὁ δ Ἴρου Ἀκτορίδαο: ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης, Ἴρου δ Εὐρυτίων. σὺν καὶ τρίτος ἠε῀ν Οἰλεύς, ἔξοχος ἠνορέην καὶ ἐπαϊ´ξαι μετόπισθεν εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας. Αὐτὰρ ἀπ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος πέμπεν Ἀβαντιάδης λελιημένον: οὐ μὲν ἔμελλεν νοστήσειν Κήρινθον ὑπότροπος. αισα γὰρ ἠε῀ν αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι, ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν, ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο, τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται. Τῷ δ ἄρ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο, Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἱε῀ς, Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος: οὐδ ἀπόνητο δωτίνης: αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. Τοῖσι δ ἐπ Αἰακίδαι μετεκίαθον: οὐ μὲν ἅμ ἄμφω, οὐδ ὁμόθεν: νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ: Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς. Τοῖς δ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης, παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. Ἄλκων μιν προέηκε πατὴρ ἑός: οὐ μὲν ἔτ ἄλλους γήραος υἱᾶς ἔχεν βιότοιό τε κηδεμονῆας. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. Θησέα δ, ὃς περὶ πάντας Ἐρεχθεϊ´δας ἐκέκαστο, Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν, Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν: ἦ τέ κεν ἄμφω ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기