호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα, Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος: γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων, αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα, Ηὦ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην Ηἔλιόν τ ἀκάμαντ, ἐπιείκελον ἀθανάτοισιν, ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν ἵπποις ἐμβεβαώς: σμερδνὸν δ ὅ γε δέρκεται ὄσσοις χρυσέης ἐκ κόρυθος: λαμπραὶ δ ἀκτῖνες ἀπ αὐτοῦ αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τ ἔθειραι λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον τηλαυγές: καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος λεπτουργές, πνοιῇ ἀνέμων: ὕπο δ ἄρσενες ἵπποι. ἔνθ ἄρ ὅ γε στήσας χρυσόζυγον ἁρ´μα καὶ ἵππους, [αὐτόθι παύεται ἄκρου ἐπ οὐρανοῦ, εἰσόκεν αὖτις] θεσπέσιος πέμπῃσι δι οὐρανοῦ Ὠκεανόνδε. χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρε ὄπαζε.
ἐκ σέο δ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기