호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον, πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθ ὁπός ἐστίν, ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ ὅσα πόντον ἠδ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου. ἐκ σέο δ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι, πότνια, σεῦ δ ἔχεται δοῦναι βίον ἠδ ἀφελέσθαι θνητοῖς ἀνθρώποισιν: ὃ δ ὄλβιος, ὅν κε σὺ θυμῷ πρόφρων τιμήσῃς: τῷ τ ἄφθονα πάντα πάρεστι. βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατ ἀγροὺς κτήνεσιν εὐθηνεῖ, οἶκος δ ἐμπίπλαται ἐσθλῶν: αὐτοὶ δ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα κοιρανέους, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ: παῖδες δ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ παίζουσαι σκαίρουσι κατ ἄνθεα μαλθακὰ ποίης, οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기