호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον, πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθ ὁπός ἐστίν, ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ ὅσα πόντον ἠδ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου. ἐκ σέο δ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι, πότνια, σεῦ δ ἔχεται δοῦναι βίον ἠδ ἀφελέσθαι θνητοῖς ἀνθρώποισιν: ὃ δ ὄλβιος, ὅν κε σὺ θυμῷ πρόφρων τιμήσῃς: τῷ τ ἄφθονα πάντα πάρεστι. βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατ ἀγροὺς κτήνεσιν εὐθηνεῖ, οἶκος δ ἐμπίπλαται ἐσθλῶν: αὐτοὶ δ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα κοιρανέους, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ: παῖδες δ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ παίζουσαι σκαίρουσι κατ ἄνθεα μαλθακὰ ποίης, οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον. χαῖρε, θεῶν μήτηρ, ἄλοχ Οὐρανοῦ ἀστερόεντος, πρόφρων δ ἀντ ᾠδῆς βίοτον θυμήρε ὄπαζε:
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ ἀοιδῆς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기