호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ ἀνθρώπων ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν, καλὸν ἔχουσα γέρας καὶ τίμιον: οὐ γὰρ ἄτερ σοῦ εἰλαπίναι θνητοῖσιν, ἵν οὐ πρώτῃ πυμάτῃ τε Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον: καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ, ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων, ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε. ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν εἰδότες: ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων εἰδότες ἔργματα καλὰ νόῳ θ ἕσπεσθε καὶ ἥβῃ. χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς:
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ ἀοιδῆς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기