- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀθήναν? 2:

(익명 저작, Homeric Hymns, Εἲς Ἀθήναν 2:)

Παλλάδ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ ἀείδειν γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε ἔχουσαν, χρύσεα, παμφανόωντα: σέβας δ ἔχε πάντας ὁρῶντας ἀθανάτους: ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο ἐσσυμένως ὤρουσεν ἀπ ἀθανάτοιο καρήνου, σείσας ὀξὺν ἄκοντα: μέγας δ ἐλελίζετ Ὄλυμπος δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖα σμερδαλέον ἰάχησεν: ἐκινήθη δ ἄρα πόντος, κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ ἅλμη ἐξαπίνης: στῆσεν δ Ὑπερίονος ἀγλαὸς υἱὸς ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη εἵλετ ἀπ ἀθανάτων ὤμων θεοείκελα τεύχη Παλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION