호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ ἀείδειν, Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν, ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον Νύσης ἐν γυάλοις: ὃ δ ἀέξετο πατρὸς ἕκητι ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν. αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν, δὴ τότε φοιτίζεσκε καθ ὑλήεντας ἐναύλους, κισσῷ καὶ δάφνῃ πεπυκασμένος: αἳ δ ἅμ ἕποντο Νύμφαι, ὃ δ ἐξηγεῖτο: βρόμος δ ἔχεν ἄσπετον ὕλην. καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ ὦ Διόνυσε:
δὸς δ ἡμᾶς χαίροντας ἐς ὡρ´ας αὖτις ἱκέσθαι, ἐκ δ αὖθ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기