호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ ἀείδει, ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα, Πηνειόν: σὲ δ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει. καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ ς ἀοιδῇ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기