- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἥφαιστον?

(익명 저작, Homeric Hymns, Εἲς Ἥφαιστον)

Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια, ὃς μετ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες. νῦν δὲ δι Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν. ἀλλ ἵληθ, Ἥφαιστε:

δίδου δ ἀρετήν τε καὶ ὄλβον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION