- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Πᾶνα? 3:

(익명 저작, Homeric Hymns, Εἲς Πᾶνα 3:)

ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον: Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε. οἱό῀ν θ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων ἔννεπον, ὡς ὅ γ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι, καί ῥ ὅ γ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, ἐξίκετ, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν. ἔνθ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ ἐνόμευεν ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι: ἐκ δ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ ἐν μεγάροισιν Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι, αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα: φεῦγε δ ἀναΐξασα, λίπεν δ ἄρα παῖδα τιθήνη δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον. τὸν δ αἶψ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων. ῥίμφα δ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι, δεῖξε δὲ κοῦρον ἑόν: πάντες δ ἄρα θυμὸν ἔτερφθεν ἀθάνατοι, περίαλλα δ ὁ Βάκχειος Διόνυσος:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION