- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Πᾶνα? 2:

(익명 저작, Homeric Hymns, Εἲς Πᾶνα 2:)

ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα, αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ ἀνὰ πίση δενδρήεντ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις, αἵ τε κατ αἰγίλιπος πέτρης στείβουσι κάρηνα Πᾶν ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον, αὐχμήενθ, ὃς πάντα λόφον νιφόεντα λέλογχε καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα. φοιτᾷ δ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά, ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν, ἄλλοτε δ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ, ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων. πολλάκι δ ἀργινόεντα διέδραμεν οὔρεα μακρά, πολλάκι δ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων, ὀξέα δερκόμενος: τότε δ ἕσπερος ἔκλαγεν οἰο῀ν ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων νήδυμον: οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν ὄρνις, ἥτ ἐάρος πολυανθέος ἐν πετάλοισι θρῆνον ἐπιπροχέους ἀχέει μελίγηρυν ἀοιδήν. σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ μέλπονται: κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ: δαίμων δ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ ἐς μέσον ἑρ´πων, πυκνὰ ποσὶν διέπει, λαῖφος δ ἐπὶ νῶτα δαφοινὸν λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ ὑάκινθος εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION