- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἑρμῆν? 2:

(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 2:)

Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην, Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα, αἰδοίη: μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον, ἄντρῳ ναιετάουσα παλισκίῳ: ἔνθα Κρονίων νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην: λάνθανε δ ἀθανάτους τε θεοὺς θνητούς τ ἀνθρώπους.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION