호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην, Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα, αἰδοίη: μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον, ἄντρῳ ναιετάουσα παλισκίῳ: ἔνθα Κρονίων νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην: λάνθανε δ ἀθανάτους τε θεοὺς θνητούς τ ἀνθρώπους. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ:
σεῦ δ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. [χαῖρ. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기