호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μητέρα μοι πάντων τε θεῶν πάντων τ ἀνθρώπων ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο, ᾗ κροτάλων τυπάνων τ ἰαχὴ σύν τε βρόμος αὐλῶν εὐάδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων οὔρεά τ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι. καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ ἅμα πᾶσαι ἀοιδῇ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기