호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ, ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά, καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἑρ´κος Ὀλύμπου, Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος, ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν, ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι: κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης, πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην σεύασθαι κακότητα πικρὴν ἀπ ἐμοῖο καρήνου, καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν, θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ ἐρέθῃσι φυλόπιδος κρυερῆς ἐπιβαινέμεν: ἀλλὰ σὺ θάρσος δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기