호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἀφρῷ ἔνι μαλακῷ: τὴν δὲ χρυσάμπυκες Ὧραι δέξαντ ἀσπασίως, περὶ δ ἄμβροτα εἵματα ἕσσαν: κρατὶ δ ἐπ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν καλήν, χρυσείην: ἐν δὲ τρητοῖσι λοβοῖσιν ἄνθεμ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος: δειρῇ δ ἀμφ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν ὁρ´μοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ ἰοιέν ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν, ἦγον ἐς ἀθανάτους: οἳ δ ἠσπάζοντο ἰδόντες χερσί τ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ ἄγεσθαι, εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기