- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀφροδίτην? 27:

(익명 저작, Homeric Hymns, Εἲς Ἀφροδίτην 27:)

αὐτὰρ ἐμοὶ μέγ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο, οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, τάρβεσκον: πάντας γὰρ ἐμὸν δάμνασκε νόημα. νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι τοῦτο μετ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, παῖδα δ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε: αἵ ῥ οὔτε θνητοῖς οὔτ ἀθανάτοισιν ἕπονται. δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι καί τε μετ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο. τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης μίσγοντ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων. τῇσι δ ἅμ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν. ἑστᾶς ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν ἀθανάτων: τὰς δ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ: ἀλλ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, φλοιὸς δ ἀμφιπεριφθινύθει, πίπτουσι δ ἄπ ὄζοι, τῶν δέ θ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα. σοὶ δ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, γηθήσεις ὁρόων: μάλα γὰρ θεοείκελος ἔσται: ἄξεις δ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω: φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ, Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ. εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι νοήσας, ἴσχεο μηδ ὀνόμαινε, θεῶν δ ἐποπίζεο μῆνιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION