- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀφροδίτην? 24:

(익명 저작, Homeric Hymns, Εἲς Ἀφροδίτην 24:)

ὣς δ αὖ Τιθωνὸν χρυσόθρονος ἡρ´πασεν Ηὤς, ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι. Βῆ δ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, ἀθάνατόν τ εἶναι καὶ ζώειν ἤματα πάντα: τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ. νηπίη, οὐδ ἐνόησε μετὰ φρεσὶ πότνια Ηὢς ἥβην αἰτῆσαι ξῦσαί τ ἄπο γῆρας ὀλοιόν. τὸν δ ἦ τοι εἱώς μὲν ἔχεν πολυήρατος ἥβη, Ηοἶ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ ναῖε παρ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης: αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, τοῦ δ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ηὤς, αὐτὸν δ αὖτ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, σίτῳ τ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα. ἀλλ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, οὐδέ τι κινῆσαι μελέων δύνατ οὐδ ἀναεῖραι, ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή: ἐν θαλάμῳ κατέθηκε, θύρας δ ἐπέθηκε φαεινάς. τοῦ δ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς ἔσθ, οἱή πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION